Πέμπτη, 17 Μαΐου 2012

14-20!! Γ΄ ΚΥΡΙΑΚΗ ΜΑΪΟΥ ΣΥΝΑΞΙΣ ΕΝ ΤΗ Ι. Μ. ΔΙΔΥΜΟΤΕΙΧΟΥ, ΟΡΕΣΤΙΑΔΟΣ & ΣΟΥΦΛΙΟΥ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΘΡΑΚΗ ΑΓΙΩΝ ΜΕΤΑ ΤΩΝ ΕΛΕΥΘΕΡΙΩΝ ΤΗΣ ΠΟΛΕΩΣ ΔΙΔΥΜΟΤΕΙΧΟΥ


14-20!! Γ΄ ΚΥΡΙΑΚΗ ΜΑΪΟΥ
ΣΥΝΑΞΙΣ
ΕΝ ΤΗ Ι. Μ. ΔΙΔΥΜΟΤΕΙΧΟΥ, ΟΡΕΣΤΙΑΔΟΣ & ΣΟΥΦΛΙΟΥ
ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΘΡΑΚΗ ΑΓΙΩΝ
ΜΕΤΑ ΤΩΝ ΕΛΕΥΘΕΡΙΩΝ ΤΗΣ ΠΟΛΕΩΣ ΔΙΔΥΜΟΤΕΙΧΟΥ
(Ὑπὸ Χ. Μπούσια, 2011)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν ουρανίων ταγμάτων.
Θρακῶν Ἁγίων χορείαν, τὴν θεοσύλλεκτον, ἕως ἐσχάτων χρόνων, ἀπ’ ἀρχῆς ἐκλαμψάντων, ἀσκήσει καὶ αθλήσει δεῦτε λαμπρῶς, οἱ πιστοὶ εὐφημήσωμεν, καὶ τας αὐτῶν ἱκεσίας πρὸς τὸν Θεοῦ, Θεὸν Λόγον αἰτησώμεθα.

Χαίροις πολύπαθος Θράκη, ἀγρύπνους ἔχουσα, φρουροὺς καὶ παραστάτας, καὶ ἀκέστορας θείους, ἐν δίναις καὶ ἀνάγκαις καὶ συμφοραῖς, τῶν Ἁγίων σου σύλλογον, τῶν Ἀσκητῶν καὶ Μαρτύρων πανευκλεῶς, ἀθλησάντων δι’ ευσέβειαν.

Ἀνδριανούπολις Γάνος, Ἀλεξανδρούπολις, Κεσσάνη Μεσημβρία, Διδυμότειχον Αἶνος, Σαράντα Ἐκκλησίαι καὶ Ῥαδεστός, Σηλυμβρία Σωζόπολις, καὶ σὺν Μαλγάροις Ἀγχίαλος τοῖς χοροῖς, τῶν αὐτῶν Ἁγίων χαίρετε.

Τὰ ἐλευθέρια Θράκη, πανηγυρίζουσα, αὐτῆς ἐξ ἀλλοπίστων, τῶν ὀρδῶν καὶ ἀφρόνων, ἐχθρῶν ἐν κατανύξει δοξολογεῖ, τῆς ἡμῶν θείας πίστεως, τελειωτὴν Θεοῦ Λόγον καὶ ἀνυμνεῖ, τὸν αὐτῆς Ἁγίων Σύλλογον.

Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοὶ τοὺς ἐν τῇ σήμερον ἐλευθέρᾳ, καὶ τῇ στεναζούσῃ ἀλλοφύλοις ἐχθροῖς καὶ ἀλοπίστοις, ἁγιοτόκῳ καὶ ἁγιοτρόφῳ Θράκη Ἁγίους, Ἀποστόλους Μάρτυρας καὶ Ὁσίους, τοὺς εν διαφόροις χρόνοις διαλάμψαντας, ἐπαινέσωμεν κοινοῖς ἐν ὕμνοις, καὶ αὐτοῖς ἐκ βαθέων βοήσωμεν· οἱ Θεῷ εὐαρεστήσαντες ἔργοις καὶ ῥήμασι, σὺν Αὐτῷ νῦν οἱ συναγαλλώμενοι ἐν πόλῳ, ἁγιάζετε Θρακῶν τὰς Ὀρθοδόξους συστοιχίας, καὶ ἱλεοῦσθε Κύριον, τοῖς ὑμᾶς μακαρίζουσι.

Καὶ νῦν. Θεοτοκίον. Τὸ Δογματικὸν τοῦ ἤχου.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δῆμον θεοειδῆ, της πολυπάθου Θράκης, τιμήσωμεν Ἁγίων, λαμπρῶς διαλαμψάντων, ἐν διαφόροις ἔτεσι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Σύλλογον εὐκλεῆ, Ἁγίων ἐπωνύμων, καὶ ἀνωνύμων Θράκης, ἄχρις ἐσχάτων χρόνων, διαπρεψάντων μέλψωμεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ῥύσασθε συμφορῶν, ἐχθρῶν ἐξ ἐπιβούλων, τῆς Ὀρθοδόξου Θράκης, οἱ νῦν σὺν τῷ Ἀρνίῳ, τῷ Ἐσφαγμένῳ χαίροντες.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ἡ ἐφορῶσα Θράκην, ἀεὶ σὺν ὑφηλίῳ, καὶ ταύτην ἁγιάζουσα.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ στρατηγός, ὑπέρμαχος τῆς Θράκης, Κυρία Θεοτόκε, αὐτῆς ἐκ τῶν βαρβάρων, ἡ ῥῦστις Κοσμοσώτειρα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον, καὶ ἤ τῆς τυχούσης ἑορτῆς.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Ἁγίων τῆς Θράκης φωσφόρον σύλλογον, Ἱεράρχων Ἀποστόλων, Ὁσίων καὶ Ἀθλητῶν, ὧν ἐν βίβλῳ τῆς ζωῆς Χριστὸς ὀνόματα, γέγραφαι μέλψωμεν λαμπρῶς, ἐκβοῶντες εὐλαβῶς· τὸν Κύριον δυσωπεῖτε, Θράκην τηρεῖν εἰς αἰῶνας, ἐπιβουλῆς ἐχθρῶν ἀλώβητον.
Καὶ νῦν. Τὸ τῆς ἑορτῆς· ἤ τὸ ὁμόηχον Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος...

Ἀπόλυσις.






























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ το Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γ΄, τῆς τυχούσης ἑορτῆς γ΄, καὶ τῶν Ἁγίων δ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δεῦτε πάντες φιλέορτοι, ἐλευθέρια ἄγοντες, Θράκης τῆς ἐνδόξου ἀνευφημήσωμεν, αὐτῆς τοὺς θείους ἀκέστορας, ἁγίων συστήματα, Ἀποστόλων Ἀσκητῶν, καὶ Μαρτύρων κραυγάζοντες· Λόγου κήρυκες, Ἱεράρχαι γενναῖοι Ἀθλοφόροι, καὶ Ὁσίων θείων δῆμοι, χαίρετε πόλου οἰκήτορες.

Ἐπωνύμων τρισμέγιστον, πλῆθος καὶ ἀπειράριθμον, δῆμον ἀνωνύμων ἐγκωμιασωμεν, Θρακῶν Ἁγιων τὸν Ὕψιστον, αἰνούντων ἀείποτε, καὶ Αὐτὸν ὑπὲρ ἡμῶν, δυσωπούντων ἑκάστοτε, πέμψαι δύναμιν, καὶ ἰσχὺν τοῖς αὐτοὺς ἀνευφημοῦσιν, ἐπιβούλους θριαμβεῦσαι, ἐλευθερίας καὶ πίστεως.

Νεομάρτυρες ἄριστοι, εὐσεβείας κειμήλια, Κύριλλε Νεόφυτε καὶ Εὐγένιε, Δῆμε Δωρόθεε Πρώϊε, Λουκᾶ τε Παρθένιε, Χριστοφόρε Μαυρουδῆ, Μανουὴλ καὶ Θεόδωρε, Αἴνου Στέφανε, Ἀναστάσιε Χρῆστε Κωνσταντῖνε, Μιχαὴλ σὺν Γεωργίῳ, καὶ Ἀναστάσιε χαίρετε.

Οὐρβανὲ Λέων Σόσσιε, Γαβριὴλ Ἀθανάσιε, Πέτρε Ἰωάννη καὶ Ἀγαθάγγελε, Βατοπεδίου δομήτορες, Μαλγάρων Ἀκάκιε, Τεσσαράκοντα σεμναί, ὄντως Παρθενομάρτυρες, καὶ Παΐσιε, σὺν Ἀμμοὺν Διακόνῳ ὡς πυξία, εὐψυχίας κατὰ χρέος, ὑμᾶς ἀεὶ μακαρίζομεν.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. β΄.
Κοινὴν σύναξιν ὑμῶν ἐπιτελοῦντες οἱ φιλέορτοι σήμερον, πάντων τῶν ἐν διαφόροις χρόνοις ἐκλαμψάντων ἐν Θράκῃ Ἁγίων, ἀξιοχρέως μεγαλύνομεν αὐτῶν τὰ κατορθώματα, καὶ ἐν ψυχικῇ ἀγαλλιάσει αὐτοῖς κραυγάζομεν· Χριστοῦ φίλοι γνήσιοι, οἱ μαρτυρίῳ αἵματος καὶ μαρτυρίῳ συνειδήσεως, Αὐτῷ εὐαρεστήσαντες, ἐξαιρέτως δὲ οἱ ἐν δυσχειμέροις δουλείας χρόνοις, αἰσχύναντες τὸν ἀλλόπιστον τύραννον, εὐσθενεῖ ἐνστάσει καὶ ῥείθροις αἵματος, μὴ παύσησθε Χριστὸν δυσωποῦντες, ἡμῖν καταπέμψαι τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 1-11)
Υἱέ, σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἔστιν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἔστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρω καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτῷ σκολιόν, οὐδὲ στραγγαλιώδες. Πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ´, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ ἁγιοτόκος καὶ ἁγιοτρόφος Θράκη, τιμῶσα σήμερον τὴν κοινὴν τῶν Ἁγίων σου σύναξιν, καὶ ἐν εὐλαβείᾳ καὶ ἀγαλλιάσει αὐτῇ βόησον· Χριστοῦ τοῦ Ἐσφαγμένου Ἀρνίου φίλοι γνήσιοι, οἱ ὡς ἄρνες ἄμωμοι καὶ πλήρεις ἐλευθέρου φρονήματος, ἐν τοῖς ἄλσεσι τῆς Θράκης βιωσάμενοι, καὶ οἱ μαχαίρᾳ ἀπίστων σφαγιασθέντες, διαφόροις ἐν ἔτεσι, μὴ παύσησθε δυσωποῦντες τὸν Κύριον τῆς ζωῆς καὶ τοῦ θανάτου, καὶ ἡμᾶς ἀξιώσαι τῆς ἀφθίτου ἐν πόλῳ ἀγαλλιάσεως.

Ἦχος β΄.
Τοὺς νεοφανεῖς τῆς εὐσεβείας ἀστέρας, Νεκτάριον τὸν τῆς Σηλυβρίας γόνον, καὶ Σάββαν τὸν εκ Γάνου καὶ Χώρας ὁρμώμενον, σὺν Παρασκευῇ τῇ Ἐπιβατηνῇ Ὁσίᾳ εὐφημήσωμεν, πιστῶς αὐτοῖς ἀνακράζοντες· σκεύη τοῦ Παρακλήτου πολυτίμητα, ἰατροὶ ψυχῶν καὶ σωμάτων ἑτοιμότατοι, καὶ πρεσβευταὶ ἡμῶν θερμότατοι πρὸς Κύριον, ἐκτενῶς Αὐτὸν δυσωπεῖτε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τὴν τῶν Νεομαρτύρων ἀπειράριθμον χορείαν, τοὺς χερσὶν ἐκγόνων τῆς Ἄγαρ ἐν ἐσχάτοις χρόνοις ἀναιρεθέντας, ἐν Ῥαιδεστῷ Καλλιπόλει Καβατζὶκ Γέννῃ Ἀρκαδιουπόλει, Δουραπετζῇ Κεσσάνῃ Ἐλευθεραῖς Καλαβρᾷ Σαμακόβῳ, Ἀλεπλῇ καὶ Ἀϊβαλῇ τῆς Θράκης, ἀνωνύμους καὶ ἐπωνύμους Ὀρθοδόξους, δεῦτε πιστοὶ ἐγκωμίων καταστέψωμεν ἄνθεσι, καὶ ἀξιοχρέως αὐτοῖς βοήσωμεν· οἱ μαρτυρίου τὸν δρόμον καλῶς ἀνύσαντες, καὶ ἑαυτοὺς προσενεγκόντες δῶρα Χριστῷ τῷ Παντάνακτι, ὡς οὐρανῶν εὐκλείας κληρονόμοι, μὴ παύσησθε Αὐτῷ πρεσβεύοντες ὑπὲρ εἰρήνης τοῦ κοσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.


Ἦχος δ΄.
Παρθένοι Ὁσιομάρτυρες Τεσσαράκοντα, οἱ σὺν Ἀμμοὺν τῷ ὑμῶν διδασκάλῳ ἀθλήσασαι, Ἰάκωβε Ἰάκωβε καὶ Διονύσιε ὁσιώτατοι Μάρτυρες, Ἀθανάσιε Ἀντώνιε καὶ Νικόλαε, κτήτορες Βατοπεδίου τῆς Μάνδρας, Ἱεράρχαι Οὐρβανὲ Μανουὴλ Ἀθανάσιε Δωρόθεε, Κύριλλε Λέων Γεώργιε Πέτρε Νεόφυτε, Γαβριὴλ Εὐγενιε Ἰωσὴφ καὶ Παΐσιε, ὡς Ἀγγέλων συνόμιλοι καὶ σὺν Χριστῷ ἀγαλλόμενοι, ἐκτενῶς Αὐτὸν ἡμῖν ἱλεοῦσθε, τοῖς σήμερον συναχθεῖσι τιμῆσαι κοινοῖς ἐν ὕμνοις, ὑμῶν τὸ μνημόσυνον.

Δόξα. Ὁ αὐτός.
Δεῦτε πιστοὶ τὸ θεοσύλλεκτον σμῆνος τῶν Θρακῶν Ἁγίων, τοὺς Ἱεράρχας Ὁσίους Μάρτυρας καὶ Νεομάρτυρας, κοινοῖς ἐν ᾄσμασιν εὐφημήσωμεν κράζοντες· οἱ θεόθεν βραβευθέντες ἐπάθλοις τῆς ἀφθίτου μακαριότητος, καὶ Χριστῷ τῷ στεφοδότῃ παριστάμενοι, μὴ παύσησθε Αὐτῷ ἀδιαλείπτως πρεσβεύοντες, ὑπὲρ τὼν τελούντων σήμερον ὑμῶν σύναξιν τὴν πανέορτον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον. Τὰ Ἀναστάσιμα.
Δόξα. Ἦχος πλ. δ΄.
Τοὺς φύλακας καὶ προστάτας τῆς ἁγιοφρουρήτου Θράκης, τοὺς ἀπροσκυνήτους Μάρτυρας τῆς πίστεως, καὶ νῦν σὺν Ἁγίοις ἀναπαυομένους ἐν τῷ οὐρανίῳ στερεώματι, κοινοῖς ἐν ᾄσμασιν εὐφημήσωμεν φιλεόρτων τὰ συστήματα. Οὗτοι γὰρ καθαρθέντες καὶ καθαγιασθέντες, χάριν εἰλήφασι δροσίζειν τοὺς αὐχμῷ καιομένους, τῶν παθῶν καὶ τῶν θλίψεων.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον, καὶ ἤ τῆς τυχούσης ἑορτῆς.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Ἁγίων τῆς Θράκης φωσφόρον σύλλογον, Ἱεράρχων Ἀποστόλων, Ὁσίων καὶ Ἀθλητῶν, ὧν ἐν βίβλῳ τῆς ζωῆς Χριστὸς ὀνόματα, γέγραφαι μέλψωμεν λαμπρῶς, ἐκβοῶντες εὐλαβῶς· τὸν Κύριον δυσωπεῖτε, Θράκην τηρεῖν εἰς αἰῶνας, ἐπιβουλῆς ἐχθρῶν ἀλώβητον.
Καὶ νῦν. Τὸ τῆς ἑορτῆς· ἤ τὸ ὁμόηχον Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος...

Ἀπόλυσις.








ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα ἀναστάσιμον.
Δόξα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Θρακῶν πανευκλεῶν, ἁγιόλεκτε δῆμε, σὺν Παύλῳ τῷ σεπτῷ, καὶ τῷ Κάρπῳ Ἀνδρέᾳ, στεῤῥοὶ καλλιμάρτυρες, Ἱεράρχαι θεόκλητοι, Νεομάρτυρες, κλεινοὶ καὶ Ὅσιοι θεῖοι, ὥσπερ φύλακας, ὑμᾶς τῆς Θρᾶκης τιμῶμεν, φρουροὺς καὶ ἀκέστορας.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα ἀναστάσιμον.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Θράκης ἀκέστορες καὶ ταχινοὶ ἀρωγοί, πανεύφημοι Ἅγιοι, οἱ τὸν Δεσπότην Χριστόν, ἀεὶ ἱλεούμενοι, ῥύσασθε ταύτην τάχος, τῆς ἐχθροῦ ἐπηρείας, ἔνδοξοι Ἱεράρχαι, Ἀθληταὶ τροπαιοῦχοι, Ὁσιων θεοφόρων πληθύς, καὶ Νεομάρτυρες.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς καταρδεύσαντας, δακρύων χεύμασι, καὶ ῥείθροις αἵματος, καθαγιάσαντας, χθόνα Θρακῶν τῶν εὐσεβῶν τιμήσωμεν κατὰ χρέος, Ἱεράρχας Μάρτυρας, Ἀσκητὰς Νεομάρτυρας, τοὺς εὐαρεστήσαντας λόγοις ἅμα καὶ πράξεσι, Χριστῷ ἐν κατανύξει βοωντες· Χαῖρε συστὰς κλυτὴ Ἁγίων.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, τὰ ἀναστάσιμα Εὐλογητάρια καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου. Οἱ ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ ἤχου.
Εὐαγγέλιον τὸ ἑωθινόν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Ο Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἀναστὰς ὁ Ἰησοῦς ἐκ τοῦ τάφου....

Εἶτα οἱ Κανόνες· ὁ ἀναστάσιμος, τῆς τυχούσης ἑορτῆς καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Θράκης Ἁγίων συνυμνῶ θεόφιλον δῆμον. Χ.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Θρακῶν ἁγιόλεκτον, καὶ θεοτίμητον σύστημα, Μαρτύρων ὁμήγυριν, καὶ Ἀσκητῶν τὴν πληθύν, τοὺς ἐν ἔτεσι, ἐκλάμψαντας ποικίλοις, Ἁγίους τιμήσωμεν, θείοις μελίσμασι.
Ῥωννύμενοι ἄνωθεν, ἐχθρὸν καιρίως ἐτρώσατε, θειότατοι Ὅσιοι, ἐν διαφόροις καιροῖς, καὶ ἠρδεύσατε, ὑμῶν ἱδρώτων ὄμβροις, ὁμοῦ σὺν τοῖς δάκρυσι, Θράκην τὴν εὔφορον.
Ἀθλήσεως ἔκτυπα, περιφανοῦς ἀξιάγαστοι, αἱμάτων τοῖς χεύμασιν, υμῶν τῆς Θράκης τὴν γῆν, ἡγιάσατε, ἐσχάτων ἄχρι χρόνους, καλλίνικοι Μάρτυρες, βάθρα τῆς πίστεως.
Θεοτοκίον.
Κατάστειλον Δέσποινα, πιστῶν σαρκὸς τὰ κινήματα, καὶ πάθη χαμαίζηλα, ἡμῶν εὐχαῖς Σου θερμαῖς, καταπράϋνον, τῶν Σὲ μεγαλυνόντων, ἁγνείας ὡς σκήνωμα, Θεογεννήτρια.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἡγίασας Παῦλε Σαμοθράκην, καὶ Θράκην σῶν λόγων ῥαντισμῷ, Ἀπόστολε Πρωτόκλητε, τοῦ Κορυφαίου ὅμαιμε, Ἀνδρέα θεῖε πρόεδρε, τοῦ Βυζαντίου μακάριε.
Σὲ ἄναξ θειότατε Βατάτζη, σεπτὲ Ἰωάννη εὐλαβῶς, τιμῶντες ἀνακράζομεν· ὡς ἐλεήμων ὄμβριζε, ἐλευθερίας νάματα, ἀεὶ τῇ Θράκῃ πατρίδι σου.
Ἀκάκιε Μάρτυς Μετοχίου, Μαλγάρων Ἀμμουν Ἀειθαλᾶ, Θεόκλειε καὶ Σόσσιε, τῆς Αἴνου Ἀγαθάγγελε, σὺν Οὐρβανῷ Σιώνιε, καὶ Γαβριὴλ μάκαρ χαίρετε.
Θεοτοκίον.
Γαυρίαμα Κεχαριτωμένη, Μητρόθεε σύντριψον ἐχθροῦ, τοῦ δυσμενοῦς ἰσχύϊ Σου, τῶν μητρικῶν δεήσεων, πρὸς τὸν σεπτὸν Θεάνθρωπον, Ὃν ἀπειράνδρως ἐκύησας.


Κοντάκιον τῆς ἑορτῆς.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὴν ὁμήγυριν, Θρακῶν Ἁγίων, ἐπαινέσωμεν, ἀξιοχρέως, ἐν ποικίλοις τὴν ἀθλήσασαν ἔτεσι, καὶ διαπρέψασαν βίῳ θεόφρονι, καὶ μαρτυρίου βασάνοις κραυγάζοντες· Θράκης Ἅγιοι, πανένδοξοι ἐκλυτρώσασθε, ἐχθρῶν ἐπιβουλῆς ἡμᾶς καὶ θλίψεως.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἱεράρχαι Αθλοφόροι, Οὐρβανὲ Λέων Κύριλλε, Μανουὴλ καὶ Πέτρε, Ἰωσὴφ Εὐγένιε πάνσοφε, καὶ Γαβριὴλ Ἀθανάσιε Γεώργιε, καὶ Δωρόθεε, ἅμα Νεόφυτε χαίρετε.
Ὡς γενναίους Νεοάθλους, εὐλαβῶς μεγαλύνομεν, τοὺς ἀναιρεθέντας, ἐν τῆς Θράκης κώμαις καὶ πόλεσι, στυγνῶς μαχαίρᾳ υἱῶν τῆς Ἄγαρ ἔτεσι, καλλιμάρτυρας, ἐν δυσχειμέροις δουλώσεως.
Νεαυγέστατοι φωστῆρες, Δῆμε μάκαρ Ἰάκωβε, σὺν Διονυσίῳ, ἅμα Ἰακώβῳ Ἀκάκιε, καὶ Χριστοφόρε Παρθένιε Τιμόθεε, καὶ Γεώργιε, σὺν τῷ Λουκᾷ πάντες χαίρετε.
Θεοτοκίον.
Σῶσον Κεχαριτωμένη, θαυμαστὴ Κοσμοσώτειρα, τὴν εὐλογημένην, Θράκην τὴν λαμπρῶς ἀνυμνοῦσάν Σε, ἐξ ἐπιβούλων ἐχθρῶν καὶ τοῦ ἀλάστορος, τῆς κακότητος, Σὲ ἱκετεύομεν Δέσποινα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνοῦμεν ἐν ᾄσμασιν, ἑπτὰ καὶ ἑβδομήκοντα, καὶ τριακοσίους Ἀθλοφόρους, σὺν τῷ Παρόδῳ, τῷ θαυμαστῷ ἀληθῶς, καὶ Λέοντι ὥσπερ τοῦ Χριστοῦ, καλλινίκους Μάρτυρας, καὶ σεμνώματα πίστεως.
Νεόφυτε μέλπω σε, Μυριοφύτου πρόεδρε, Ἰωσὴφ ἐπόπτα Μεσημβρίας, καὶ Κωνσταντῖνε, Σαράντα Ἐκκλησιῶν, σεπτὲ Ἱερεῦ ὥσπερ ἀμνούς, νεοσφάκτους πίστεως, ἀμωμήτους τοῦ Κτίσαντος.
Ὑακινθοι εὔοσμοι, ἀνδρείας Νεομάρτυρες, τῶν Ἐλευθερῶν τοῦ Σαμακόβου, Οἰκονομίου, Κεσσάνης Δουραπεζῆ, Πανίδου τῆς Γέννης Καλαβρᾶ, καὶ τῆς Καλλιπόλεως, Ὀρθοδόξους εὐφραίνεται.
Θεοτοκίον.
Μητράναδρε Δέσποινα, Παρθένε Κοσμοσώτειρα, ὄλβε πολυτίμητε τῆς Θράκης, καὶ ἀντιλῆπτορ, καὶ σκέπη πάντων τῶν Θρακῶν, ἐπόπτευε ἄνωθεν ἡμᾶς, τοὺς πιστῶς προστρέχοντας, τῇ θερμῇ προστασίᾳ Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νεομαρτύρων Νικόλαε, Μαλγάρων Διακόνων ἀμάρυγμα, καὶ καθηγούμενε, Κορνοφωλέας Πορφύριε, παρὰ Χριστοῦ στεφάνους, χρυσοῦς ἐδέξασθε.
Ὡραῖοι Μάρτυρες πίστεως, πεντήκοντα καὶ δύο ἀνώνυμοι, σεπτοὶ ἐπνίγητε, ἄρτι Νεόαθλοι ἄριστοι, τὰ ὕδατα τῆς Θράκης, καθαγιάζοντες.
Θεόκλητε πρωτοσύγκελλε, τῆς Ἀνδριανουπόλεως εὔψυχε, λαμπρῶς ἐνήθλησας, σὺν Ἱερεῦσι θεόφροσι, καὶ Διακόνοις Μάρτυς, τῆς Μητροπόλεως.
Θεοτοκίον.
Ἐξ ὕψους Θεογεννήτρια, τῆς δόξης τοῦ Υἱοῦ Σου ἐπόπτευε, τοὺς ἀνυμνοῦντάς Σε, καὶ δίδου πᾶσι τὰ πρόσφορα, ὑγείαν κατ’ ἄμφω, ἰσχὺν καὶ δύναμιν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἁγίων Θράκης θεοσύλλεκτον νῦν σύναξιν, ἐπιτελοῦντες ἐν χορῷ ἐγκωμιάζομεν, Ἀποστόλους Ἱεραρχας Ὁσίων δῆμον, Ἀθλοφόρους εὐσταλεῖς καὶ Νεομάρτυρας, ὧν γινώσκει μόνος Κύριος ὀνόματα, πόθῳ κράζοντες· Χαίροις δῆμε θεόληπτε.
Οἶκος.
Ἅγιοι φωτοφόροι, Θράκης εὔοσμα κρίνα, καὶ ῥῦσται καὶ φρουροὶ καὶ προστάται, ἐπιβούλους αὐτῆς ὡς καπνόν, καὶ ἀτμίδα τάχος καὶ ἀχλὺν ἔνδοξοι, διώξατε καὶ πλήσατε, ἰσχύος τοὺς ὑμῖν βοῶντας·
Χαίρετε, πρόμαχοι χώρας Θράκης·
χαίρετε, ἔφοροι θείας ταύτης.
Χαῖρε, Μεσημβρία χορὸς ἀθλοφόρητος·
χαῖρε, Σηλυβρίας ὁμὰς ἀξιαγαστος.
Χαῖρε, Ἀνδριανουπόλεως Ἀθλοφόρων ἡ ὁμάς·
χαῖρε, θεία Σωζοπόλεως, τῶν Μαρτύρων ἡ πλειάς.
Χαῖρε, Διδυμοτείχου καὶ Κεσσάνης, ὁ δῆμος·
χαῖρε, Χώρας καὶ Γάνου, θεοφύλακτον τεῖχος.
Χαῖρε, πληθὺς νεοάθλων περίδοξε·
χαῖρε, ἀσπὶς Θράκης δῆμε πανάριστε.
Χαίρετε, Μάρτυρες σημειοφόροι·
χαίρετε, Ὅσιοι πνευματοφόροι.
Χαίροις, δῆμε θεόληπτε.

Συναξάριον.
Ἀναγινώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας. Εἶτα τό·
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν Πάντων τῶν ἐν τη Θράκῃ διαλαμψάντων Ἁγίων· Ἀποστόλων, Ἱεραρχῶν, Μαρτύρων, Ὁσίων καὶ Νεομαρτύρων, τῶν ἐπωνύμων καὶ ἀνωνύμων, ὧν Κύριος τὰ ὀνόματα καταγέγραφαι ἐν βίβλῳ ζωῆς, τῶν ἀπ’ ἀρχῆς μέχρι τῶν ἐσχάτων.
Θεοσύλλεκτον σμῆνος Ἁγίων Θράκης,
ἐπιβούλων αὐτῆς χαίρετε διῶκται.
Εἶτα τὸ τοῦ Πεντηκοσταρίου.








ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὁσιόαθλοι, στεῤῥόφρον Ἀθανάσιε, σεμνείου Χάσκιοϊ, Κεσσάνης θεῖε βλαστέ, Τιμόθεε πάνσοφε, ὑμᾶς γεραίρομεν, καὶ Ἀκάκιε, διάκοσμε θειότατε, Μετοχίου τῶν Μαλγάρων.
Φῶτα πίστεως, ἐδείχθητε Σιώνιε, Ἀμμοὺν Θεόκλειε, Σόσσιε καὶ Μαυρουδῆ, Λουκᾶ Ἀναστάσιε, Χρῆστε Νεόφυτε, Ἀγαθάγγελε, τῆς Αἴνου καρτερόψυχε, καὶ Βατάτζη Ἰωάννη.
Ἱερόαθλοι, Κυριακὲ Εὐδόκιμε, καὶ Ἀναστάσιε, παναριστεῦ Μανασσῆ, Ἀπόστολε ἔνδοξε, σεπτὲ Πορφύριε, καὶ Νεόφυτε, ὑπὲρ Χριστοῦ ἠθλήσατε, τοῦ Παντάνακτος νομίμως.
Θεοτοκίον.
Λῦε ζόφωσιν, ἡμῶν παθῶν καὶ θλίψεων, Θεογεννήτρια, καὶ ἐξαιρέτως Θρακῶν, πιστῶν τὴν ὁμήγυριν, σκέπε καὶ φύλαττε, Κοσμοσώτειρα, ἀνευφημοῦσαν πάντοτε, τὴν πληθὺν Σῶν θαυμασίων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Οἱ τῶν μιαρῶν Ἄγαρ ἐκγόνων, πατήσαντες τὴν ὀφρὺν καὶ ἐναθλήσαντες, ἐν ἐσχάτοις ἔτεσι, πάντες Θρᾶκαι ἅγιοι, διὰ τὸ ὑπὲρ ὄνομα, Χριστοῦ τὸ Ἅγιον, εἰλήφατε ἀφθόνως τὴν χάριν, ἐσαεὶ τὴν Θράκην, φρουρεῖν καὶ περισκέπειν.
Νέκταρ μυστικὸν Χριστοῦ τῆς θείας, Νεκτάριε Σηλυβρίας γόνε πίστεως, καὶ Αἰγίνης πάνσεπτον, καὶ λαμπρὸν διάδημα, σῶν πρεσβειῶν γλυκύτητι, ἡμᾶς κατεύφρανον, πρὸς Κύριον σὺν τῷ θεοφόρῳ, Σάββᾳ ἐν Καλύμνῳ, ἀσκήσαντι ἀρτίως.
Δύναμιν λαβόντες οὐρανόθεν, ᾐσχύνατε ἐπιβούλους Θράκης τάχιστα, θεοφόροι Ἅγιοι, τῶν Θρακῶν ὑπέρμαχοι, καὶ ῥείθροις ἀπεπνίξατε, ὑμῶν τοῦ αἵματος, ἀπίστους ἀπογόνους τῆς Ἄγαρ, πίστεως φωστῆρες, νεόαθλοι γενναῖοι.
Θεοτοκίον.
Ἦμαρ ἐξανάτειλον Παρθένε, εὐφρόσυνον τοῖς Θραξί Σε μεγαλύνουσι, πόθῳ Κοσμοσώτειρα, ζόφον διαλύουσα, τῶν ἐπιβούλων Δέσποινα, ἐχθρῶν τῆς πίστεως, σφραγὶς ἐλευθερίας Σῶν δούλων, καὶ κρηπὶς προόδου, τῶν Σὲ μεγαλυνόντων.

ᾨδὴ θ΄. Ἅπας γηγενῆς.
Μάρτυρες στεῤῥοί, Ἀνδριανουπόλεως, Γέννης Τσουρέκιοϊ, Γάνου Καλλιπόλεως, τοῦ Σαμακόβου, καὶ Σωζοπόλεως, καὶ πάσης Θράκης Κύριον, καθικετεύσατε, καταπέμψαι, πᾶσι θεῖον ἔλεος, τοῖς ὑμᾶς εὐλαβῶς μακαρίζουσι.
Ὅσιοι σεπτοί, καὶ Μάρτυρες ἄριστοι, Χριστοῦ τῆς πίστεως, Ἱεράρχαι πάνσοφοι, καὶ Νεομάρτυρες, καρτερόψυχοι, ἐν Θράκῃ οἱ ἀθλήσαντες, καθάπερ ἄσαρκοι, ἐν ἐσχάτοις, χρόνοις ἀπειλήφατε, ἀφθαρτότητος στέφη χρυσόπλοκα.
Νεύσατε ἡμῶν, θερμαῖς παρακλήσεσι, τῆς Θράκης Ἅγιοι, παύοντες τὰ σκάνδαλα, τῆς Ἐκκλησίας, καὶ εἰρηνεύοντες, ζωὴν τῶν πίστει πάντοτε, ὑμῶν τῇ χάριτι, προσφευγόντων, Παραδείσου ἔνοικοι, καὶ Ἀγγέλων φωσφόρων συνόμιλοι.
Θεοτοκίον.
Χαῖρε τῶν Θρακῶν, πιστῶν Κοσμοσώτειρα, ἰσχὺς καὶ δύναμις, ῥεῖθρον ἁγιάσματος, ἐλπὶς καὶ σκέπη, καὶ καταφύγιον, ἐν πάσαις περιστάσεσι, Θεογεννήτρια, οὐρανόθεν, ἡ καθαγιάζουσα, καὶ φρουροῦσα τοὺς Σε μακαρίζοντας





Ἐξαποστειλάριον. Τοῦ Πάσχα ἤ τὸ Ἀναστάσιμον. Εἶτα τῶν ἁγίων. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τῶν ἐπωνύμων μέλψωμεν, καὶ ἀνωνύμων σύστημα, ἐνδόξων Θράκης Ἁγίων, Ἱεραρχῶν Ἀποστόλων, Μαρτύρων ὁμηγύρεως, καὶ Ἀσκητῶν ἐν ᾄσμασι, φαιδροῖς ὡς ὀλετήρια, τῆς ἐπιβούλου μανίας, ποικιλωνύμων βαρβάρων.
Καὶ τὸ τῆς ἑορτῆς.

Εἰς τοὺς Αἴνους· Ἀναστάσιμα δ΄, τῆς ἑορτῆς β΄· καὶ τῶν Ἁγίων β΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ανδρέα Πρωτόκλητε Θρακῶν, φωτιστὰ θεόσδοτε, Ἱεραρχῶν δῆμε πάντιμε, Ὁσίων σύστημα, Ἀθλοφόρων σμῆνος, καὶ χοροὶ τρισόλβιοι, στεῤῥῶν Νεομαρτύρων μὴ παύσησθε, Χριστῷ πρεσβεύοντες, καταπέμψαι θεῖον ἔλεος, τοῖς τιμῶσιν, ὑμᾶς ὕμνοις πρέπουσιν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θειότατον νέφος τῶν Θρακῶν, φίλων τοῦ Παντάνακτος, τοὺς εὐλογοῦντας καὶ σκέποντας, Θράκης τὰ πέρατα, μέλψωμεν ἐκθύμως, καὶ πιστῶς βοήσωμεν, αὐτοῖς· ἐκδυσωπεῖτε τὸν Κύριον, Μάρτυρες ἄριστοι, οἱ κοσμοῦντες τὰ σκηνώματα, θείας δόξης ἡμῖν πέμψαι δύναμιν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε Θρακῶν φιλεόρτων αἱ χορεῖαι, εὐλαβῶς συνελθοῦσαι τιμήσωμεν ἐν κατανύξει, πάντας τοὺς ἐν τῇ Θράκῃ διαλάμψαντας Ἁγίους, ἀπ’ ἀρχῆς μέχρι τῶν ἐσχάτων, καὶ αὐτοῖς συμφώνως βοήσωμεν· Ἀθληταὶ τοῦ Σταδίου ἄριστοι, Ὅσιοι Ἀσκηταὶ Ἱεράρχαι καὶ Νεομάρτυρες, ἄνδρες καὶ γυναῖκες ἐπώνυμοι καὶ ἀνώνυμοι, οἱ Θεῷ εὐαρεστήσαντες καὶ παρ’ Αὐτοῦ ἀξίως στεφανωθέντες, ἀσινῆ καὶ ἐλευθέραν τηρεῖτε εἰς αἰῶνας, τὴν ἁγιοφρούρητον Ὀρθόδοξον Θράκην, τὴν νῦν τιμῶσαν ἐν ᾄσμασιν ὑμῶν τὰ παλαίσματα.

Καὶ νῦν. Τῆς ἑορτῆς ἤ τὸ Θεοτοκίον.

Δόξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ ΤΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ τυπικά. Εἰς τοὺς Μακαρισμούς· Ἀναστάσιμα τροπάρια δ΄· εἶτα τροπάρια δ΄ ἐκ τῆς γ΄ ᾠδῆς τοῦ Κανόνος τῆς τυχούσης Κυριακῆς-ἑορτῆς, καὶ ἐκ τῆς στ΄ ᾠδῆς τοῦ Κανόνος τῶν Ἁγίων, τροπάρια δ΄.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ Κυριακῇ τῶν Ἁγίων Πάντων.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Νέφος τῶν Ἁγίων φωτολαμπές, ἁγιοφρούρητου, Θράκης μέλψωμεν ἐκτενῶς, τὸ αὐτὴν ἐξ ὕψους, ἀφθίτου ἁγιάζον, καὶ συντηρὸν μανίας, πλάνων ἀπήμονα.

Δίστιχον:
Ἁγίων φίλου ἀνωνύμου ὀτρύνσει,
Ἁγίους Θράκης ὕμνησε Χαραλάμπης.

Τετάρτη, 16 Μαΐου 2012

ΤΡΙΩΔΙΑ ΕΒΔΟΜΑΔΟΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ


ΕΒΔΟΜΑΔΑ ΣΑΜΑΡΕΙΤΙΔΟΣ ΤΡΙΩΔΙΑ

ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ ΕΝ ΤΩ ΑΠΟΔΕΙΠΝΩ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Δόξα τῷ Θεῷ ἡμῶν.
ᾨδὴ α . Ἦχος δ΄. Τριστάτας κραταιούς.
Δεσμεύσας τοῦ ἐχθροῦ, τὸ ὀλέθριον κράτος, οἷς ὑπέστης δι’ ἡμᾶς φιλάνθρωπε δεσμοῖς, τῷ σταυρῷ σου εἰρήνευσας, Κύριε τὰ διεστῶτα καὶ τῆς ἔχθρας διέλυσας, τὸ μεσότοιχον ὅθεν ὑμνοῦμέν σε.
Ὁ Κύριος καθώς, πρὸ τοῦ πάθους προεῖπεν, ἐξανέστη κραταιῶς, σκυλεύσας ὡς Θεός, τὰ τοῦ ᾍδου βασίλεια, ἅπαντάς τε συνεγείρας, τοὺς ἐκεῖσε καθεύδοντας, ἀπ’ αἰῶνος αὐτὸν μεγαλύνοντας.
Ξενίζοντα μορφῇ, καὶ τῷ σχήματι βλέψας, Μυροφόρων ὁ χορός, τὸν θεῖον λειτουργόν, παρ’ αὐτοῦ ἐδιδάσκετο, ἴδε ὁ Χριστὸς ἀνέστη, ἀπελθοῦσαι κηρύξατε, μαθηταῖς ἀθυμοῦσι καὶ κλαίουσιν.
Θεοτοκίον.
Ἀνέτειλεν Ἁγνή, ὡς νυμφίος ὡραῖος, ἐκ νεκρῶν ὁ ἐκ τῶν σῶν, λαγόνων σαρκωθείς, ὑπερ νοῦν ἀγαθότητι, ὅθεν σὺν τοῖς ἀποστόλοις, κατιδοῦσα ἐδόξαζες, τὴν τριήμερον τούτου ἀνάστασιν.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Τὰς ἀχράντους ἐκτείνας παλάμας σου, ἐν σταυρῷ ἑκουσίως Μακρόθυμε, ἐνηγκαλίσω ἅπαντας, καὶ χειρὸς ἐλυτρώσω τοῦ ἀλλοτρίου, διὰ τοῦτό σε φόβῳ δοξάζομεν.
Ὡς ἐτέθης βουλήσει ἐν μνήματι, οἱ καθεύδοντες πάλαι ἐν μνήμασι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου, συνηγέρθησαν φόβῳ ἀναβοῶντες, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θαυμαστὰ καὶ παράδοξα πράγματα, ἐνεργοῦντα Χριστὲ τῷ σῷ ῥήματι, δῆμος Ἑβραίων βλέψας σε, κατακρίνει θανάτῳ ζωὴν τῶν ὅλων, χρηματίζοντα εὔσπλαγχνε Κύριε.
Ἐν ἡμέραις τεσσαράκοντα, τοῖς σοφοῖς καὶ σεπτοῖς αποστόλοις σου, σαφῶς συναυλιζόμενος, ἐπιστώσω τὴν θείαν οἰκονομίαν, δι’ ἧς ἔσωσας κόσμον ἀνυμνοῦντά σε.
Θεοτοκίον.
Ὡς φρικτός σου ὁ τόκος Πανάμωμε, δι’ οὗ πάντες φρικτοῦ καταπτώματος, λελυτρωμένοι κράζομεν, χαῖρε πάντων ἀνθρώπων ἡ προστασία, χαῖρε κόσμου πεσόντος ἀνάκλησις.

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ἡπλώθης θελήσει ἐν σταυρῷ, καὶ ἥλιος θεωρῶν σε ὑπεράγαθε, φόβῳ συνέστειλεν ἀκτῖνας, ἐσείσθησαν τῆς γῆς τὰ θεμέλια, καὶ πέτραι διεσχίσθησαν Δέσποτα, καὶ τοῦ ναοῦ τὸ καταπέτασμα.
Μυρίσας σε πάλαι Ἰωσήφ, σινδόνι τε ἐνειλήσας ἐναπέθετο, τάφῳ καινῷ ζωὴ δὲ πάντων, ὑπάρχων ἐξανέστης τριήμερος, κενώσας τὰ τοῦ ᾍδου βασίλεια, θείᾳ δυνάμει Παντοδύναμε.
Ὡράθης ἐκ τάφου ἀναστάς, τριήμερος ἀποστόλοις καὶ ἐβόησας, ἄπιτε φίλοι μαθηταί μου, κηρύξατε ἐν πᾶσι τοῖς ἔθνεσιν, ἃ εἴδετε καὶ ἔγνωτε θαύματα, τῆς ὑπὲρ λόγον δυναστείας μου.
Θεοτοκίον.
Νεκροῖς τὸν ἐμπνέοντα ζωήν, ὡς ἔβλεψας ἐκ τοῦ τάφου Παναμώμητε, ἐγηγερμένον μετὰ δόξης, ἐπλήσθης θυμηδίας κραυγάζουσα, Υἱέ μου καὶ Θεὲ μεγαλύνων σου, τὴν ὑπὲρ λόγον συγκατάβασιν.
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Ὑμνῳδία Ἰωσήφ.
᾿ᾨδὴ β΄. Ἴδετε ἴδετε ὅτι ἐγὼ εἰμί.
Ὕψωσε σταύρωσιν, τὴν σὴν εἰκονίζων, Μωϋσῆς τὸν ὄφιν πάλαι ἐν ὄρει τῷ Σινᾷ, ὁ σταυρωθεὶς δι’ ἡμᾶς, καὶ ὄφεως δυσμενοῦς ἰοβόλου ἀφελών, ἐξ ἀνθρώπων κακίαν, καὶ συντρίψας κάραν τὴν ὀλέθριον.
Μύρα σὺν δάκρυσι, φέρουσαι ἔδραμον, πρὸς τὸν θεῖον μνῆμα αἱ Μυροφόροι ἐν σπουδῇ, ὄρθρου βαθέος καθὼς ὁ θεηγόρος φησί, καὶ ἀστράπτοντα μορφῇ, καὶ στολῇ κατιδοῦσαι νεανίαν, φόβῳ κατεπλήττοντο.
Νόσους ἰωμενον, λόγῳ παραλύτους, ἀνορθοῦντα Λόγε, καὶ ἀνιστῶντα τοὺς νεκρούς, ὁ τῶν Ἑβραίων λαός σε, κατεδίκασε θανεῖν, ἀλλ’ ἀνέστης ὡς Θεός, κραταιὸς ἐν δυνάμει, τὸ τοῦ ᾍδου καθελὼν βασίλειον.
Θεοτοκίον.
Ὤφθη σαρκούμενος, Πάναγνε ἀῤῥήτως, ἐκ τῶν σῶν αἱμάτων ὁ ὑπερούσιος Θεός, καὶ λογισθεὶς ἐν νεκροῖς, πάντων ὑπάρχων ζωή, ἐξανέστη κραταιῶς, ὃν ἰδοῦσα ἐπλήσθης, θυμηδίας τοῦτον μεγαλύνοντα.

ᾨδὴ η΄. Ἐν πυρὶ φλογός.
Διαῤῥήξας τὸ χειρόγραφον τοῦ Ἀδὰμ τῷ σταυρῷ Κύριε, τὴν εὐλογίαν νῦν ἐπήγασας ἡμῖν, κατάρα ἑκουσίως Χριστὲ γεγενημένους, διό σε εὐλογοῦμεν ἀεὶ εἰς πάντας τοὺς αἰῶνας.
Ἴδε δῆμος, ἀναστάντα σε, ἐκ νεκρῶν μαθητῶν Κύριε, καὶ θυμηδίας ἐπληρώθη μυστικῆς, πρὸς οὓς ἐβόας γνόντες, Θεόν με ζωοδότην, πορεύεσθε κηρύττοντές με, ἁπάντων βασιλέα.
Ἀνυμνοῦμέν σου τὴν σταύρωσιν, τὴν σεπτὴν Ἰησοῦ εὔσπλαγχνε, δοξολογοῦμεν τὴν ταφήν, καὶ τὴν φρικτὴν ἀναστάσει ἐν πίστει, δι’ ἧς ἐκ τῶν τοῦ ᾍδου, ἐλύθημεν ἀλύτων δεσμῶν, Χριστὲ Θεὲ τῶν ὅλων.
Θεοτοκίον.
Ἰησοῦν ὃν ἐσωμάτωσας, ὑπὲρ λόγον Ἁγνὴ Δέσποινα, ἐγηγερμένον κατιδοῦσα ἐκ νεκρῶν, ἐβόας τὶ ὡραῖον, τὸ κάλλος σου Υἱέ μου, δι’ οὗ πρὸς τὸ ἀρχαῖον Ἀδάμ, νῦν ἐπανῆλθε κάλλος.

ᾨδὴ θ ΄. Ὅτι ἐποίησέ μοι μεγαλεῖα.
Ὡς ἤρθης ἐπὶ ξύλου προσηλούμενος τῷ σταυρῷ, φωστῆρες ἐναπέκρυψαν τὸ φως, καὶ ἐσείετο ἡ γῆ, καὶ οἱ ἐν ᾍδου τῶν δεσμῶν, ἠλευθεροῦντο Σωτήρ.
Συντρίψας τοῦ θανάτου πύλας Λόγε, καὶ τοὺς μοχλοὺς ἀνέστης μετὰ δόξης κραταιῶς, ἀφαρπάσας οὓς περ πρίν, εἶχεν δεσμώτας, ὡς Θεὸν ἀνυμνοῦντάς Σε.
Ἡ γῆ πανηγυρίζει, ἑορτάζει ὁ οὐρανός, τὴν ἔγερσιν τοῦ πάντων ποιητοῦ, δι’ ἧς ἔσωσεν ἡμᾶς, ἐκ τῶν δεσμῶν καὶ τῆς φθορᾶς, ὑμνολογοῦντας Αὐτόν.
Θεοτοκίον.
Φωτός σου ταῖς ακτίσι, διασκέδασον τῆς ἐμῆς, ἁγνοίας Θεοτόκε τὴν ἀχλύν, ὅπως πίστεως φωναῖς, ὑμνολογῶ διηνεκῶς τὰ σὰ θαυμάσια.







ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Αἶνος τῷ Κυρίῳ.
ᾨδὴ γ΄. Ἦχος δ΄. Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει.
Ἀνῆλθες Λόγε, ἐν σταυρῷ πρὸς ζωὴν ἐπανάγων με, ἐλογχεύθης τὴν πλευράν, ἀθανασίας προχέων μοι κρουνούς, ἀνυμνοῦντί σου τὴν ἀγαθότητα
Ἵνα ἐγείρῃς, τοὺς ἐν τάφοις ὑπνοῦντας ἀθάνατε, ἐλογίσθης ἐν νεκροῖς, φθορᾶς δὲ μείνας ἀμέτοχος, ἀνέστης τριήμερος ὡς παντοδύναμος.
Νεκρὸν ἰδοῦσαι, τὸν νεκροῖς τὴν ζωὴν παρασχόμενον, μυροφόροι ἐν σπουδῇ, μυρίσαι ἤρχοντο κλαίουσαι, ἐξεγηγερμένον δὲ ἰδοῦσαι ἔχαιρον.
Θεοτοκίον.
Ὁ κατὰ φύσιν, τὴν οἰκείαν ὑπάρχων ἀόρατος, καθωράθη σαρκωθείς, εκ σοῦ πανάμωμε Δέσποινα, καὶ σταυρὸν καὶ θάνατον θέλων ὑπέμεινεν.

ᾨδὴ η΄.  Τὸν ἐν τῷ σταυρῷ σαρκί.
Σταύρωσιν ἑκὼν ὑπέστης Λόγε, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τριήμερος ἀνέστης, ἀπαθανατίζων τοὺς βροτούς, ἀνυμνοῦντάς σου τὴν δυναστείαν.
Τὶ μετὰ νεκρῶν ἐπιζητεῖτε, τὸν ζωοδότην καὶ Θεόν, ἀνέστη καθὼς εἶπεν, ἔφη Μυροφόροις γυναιξίν, ὁ ἀσώματος φανεὶς ἀστράπτων.
Ὤφθης μαθηταῖς ἐγηγερμένος, καὶ ἐπὶ πλείοσιν αὐτοῖς, ἡμέραις συνηλίζου, τούτους εἰς τὰ πέρατα τῆς γῆς Λόγε κήρυκας ἐξαποστέλλων.
Θεοτοκίον.
Κύριον Θεὸν ἀποτεκοῦσα, τὸν κυριεύοντα Ἁγνή, ζωῆς καὶ τοῦ θανάτου, δεῖξον ἀκυριεύτους ἡμᾶς, ἐνεδρεύοντος ἐχθροῦ δολίου.

ᾨδὴ θ΄. Ὁ τόκος σου ἄφθορος.
Ὑψώθης σαρκὶ ἐπὶ τοῦ ξύλου, ἐν λάκκῳ ἐτέθης κατωτάτῳ, καὶ ἀνέστης ἐν δόξῃ, συνεγείρας ἑαυτῷ πάντα τὸν κόσμον, ὅθεν συμφώνως εὐεργέτα ἀνυμνοῦμέν σε.
Ῥαινούσαις τὰ δάκρυα ως μύρα, ὁ ἄγγελος ἔφη μυροφόροις, τὶ τὸν ζῶντα ἐν τάφῳ, μετὰ νεκρῶν ἐπιζητεῖτε, ἐξηγέρθη λύσας τοῦ ᾍδου τὰς ὠδῖνας, ὡς φιλάνθρωπος.
Ἰδόντες Χριστὸν ἐγηγερμένον, οἱ θεῖοι Ἀπόστολοι ἐνθέου, χαρμονῆς ἐπληροῦντο, ἐπὶ πλείσταις συνεσθίοντες αὐτῷ ἡμέραις, καὶ διδασκόμενοι τὰ κρείττω καὶ σωτήρια.
Θεοτοκίον.
Ὡς πύλη φωτὸς ἐκ τῶν τοῦ ᾍδου, κευθμώνων τὸν ἥλιον ἰδοῦσα, ἀνατείλαντα Κόρη, καὶ φωταγωγήσαντα τὰ πέρατα τοῦ κόσμου, θείας ἐπλήσθης, θυμηδίας Παναμώμητε.













ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

Τριώδιον, οὗ ἡ ἀκροστιχίς: ᾨδὴ Θεῷ πρέπει.
ᾨδὴ δ΄. Ἦχος δ΄. Δι’ ἀγάπησιν οἰκτῖρμον.
Ὡς ἀνυψώθης ἐν ξύλῳ ἐθελουσίως, γῆ καὶ βουνοὶ καὶ ὄρη, ἐσαλεύθησαν τρόμῳ, πάσχοντά σε βλέποντες, οἰκτῖρμον μακρόθυμε.
Δεδοικώς σου τὴν κατάβασιν Σῶτερ ᾍδης, οὕς περ νεκροὺς κατεῖχεν ἀπεδίδου, συν τάχει ἀνυμνολογοῦντάς σου, τὴν αφραστον δύναμιν.
Ἡ ἀσύνετος ὁρῶσά σε τῶν Ἑβραίων, συναγωγὴ οἰκτῖρμον τοὺς τυφλοὺς ὁμματοῦντα, ἔκτεινεν ὑπάρχοντα, ζωὴν καὶ ἀνάστασιν.
Θεοτοκίον.
Θεωρήσασα ἐκ τάφου ἐγηγερμένον, τὸν σὸν υἱὸν Παρθένε, τοῖς αὐτοῦ Ἀποστόλοις, Ἄχραντε συνέχαιρες, μεθ’ ὧν σὲ δοξάζομεν.

ᾨδὴ η΄. Πάντα τὰ ἔργα.
Ἐπὶ σταυροῦ σε κατιδών, ληστὴς εὐγνώμων, μνήσθητί μου ἐκραύγαζε, Δέσποτα καταπλαγεὶς τὴν δυναστείαν σου, καὶ τὴν ὑπὲρ νοῦν σου φρικτὴν οἰκονομίαν.
Ὤφθης Χριστὲ ταῖς γυναιξί, χαίρετε λέγων, συμπαθῶς ὡς φιλάνθρωπο, τὴν λύπην προφανῶς ἀφανίζων, καὶ χαροποιῶν τοὺς βροτοὺς τῇ σῇ ἐγέρσει.
Πάλαι τυφλῷ ἐκ γενετῆς, ὡς ἐδωρήσω, φωτοδότα τὸ φῶς Ἰησοῦ, οὕτως μοι τὰς τῆς καρδίας κόρας διάνοιξον, τοῦ κατανοεῖν σου τὸ φῶς τῶν προσταγμάτων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης με πυρός, καὶ αἰωνίου κατακρίσεως Ἄχραντε, κόπασον των λογισμῶν μου, τὸν ἄγριον κλύδωνα, καὶ ἴθυνον πρὸς τοὺς γαληνοὺς ζωῆς λιμένας.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ἔτεινας παλάμας ἐν ξύλῳ, τῆς πρώτης βρώσεως ἐν ξύλῳ, Δέσποτα χειρὸς ἐκταθείσης, τὴν ψυχοφθόρον βλάβην ἰώμενος, ὅθεν τὴν ἀκατάληπτον, οἰκονομίαν σου δοξάζομεν.
Πύλας καὶ μοχλοὺς τοῦ θανάτου, τῇ καταβάσει σου συντρίψας, ᾍδου τὰ βασίλεια πάντα, τῇ σῇ δυνάμει Σῶτερ ἐκένωσας, καὶ ἀναστὰς τριήμερος, σὴν οἰκουμένην κατελάμπρυνας.
Ἔφης ὀπτανόμενος Σῶτερ, τοῖς σοῖς ἁγίοις Ἀποστόλοις, μετὰ τὴν ἀνάστασιν κόσμον, διαδραμόντες πίστει κηρύξατε, ἅ ἐν ἐμοὶ κατείδετε, φρικτὰ καὶ ἄῤῥητα μυστήρια.
Θεοτοκίον.
Ἴδες τὸν Χριστὸν ἐγερθέντα, μετὰ γυναίων Μυροφόρων, καὶ μεταβαλοῦσα τὸν θρῆνον, εἰς εὐφροσύνην τοῦτον ἐδόξαζες, ὅθεν μεγαλοφώνως σε, Θεοκυῆτορ μεγαλύνομεν.











ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Δόξα τῷ Θεῷ. Ἀμήν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Δεσμούμενον Δέσποτα, καὶ ξύλῳ προσηλούμενος, ἔλυσας δεσμῶν με ἁμαρτίας, καὶ τῇ ἀγάπῃ τῇ σῇ προσήλωσας, ὅθεν εὐχαρίστως σου ὑμνῶ, τὴν μεγαλειότητα, καὶ τὴν ἄφραστον δύναμιν.
Ὁ πάλαι κατάκριτος, Ἀδὰμ ἐπιφανέντος σου, Σῶτερ ἐν τῷ ᾍδει ἀπελύθη, τῆς καταδίκης καὶ τῶν χρονίων δεσμῶν, δόξα τῇ πολλῇ σου ἐκβοῶν, Λόγε ἀγαθότητα, Ἰησοῦ πολυέλεε.
Ξενίζων ὀπτάνεται, ταῖς γυναιξὶν ὁ ἄγγελος, ἔνδον καθεζόμενος τοῦ τάφου, καὶ προσεφώνει τίνα ἀφίκεσθε, ὄρθριαι ζητοῦσαι ὁ Χριστός, ἤδη ἐξεγήγερται, θανατώσας τὸν θάνατον.
Θεοτοκίον.
Ἁγία πανάμωμε, τὸν ἐν ἁγίοις ἅγιον ἐπαναπαυόμενον τεκοῦσα, τοῦτον ὡς εἶδες ἐκ ταφου λάμψαντα, καθάπερ νυμφίου ἐκ παστοῦ, ὕμνοις ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Τὴν ἐν τῷ Ἀδὰμ ἀμαυρωθεῖσαν, Φιλάνθρωπε φύσιν ἀνακτώμενος, ἔτεινας παλάμας σου, ξύλῳ προσηλούμενος, καὶ τὴν πλευρὰν τὴν ἄχραντον ἐξορυττόμενος, διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ἔβλεψε κάτω σε ὁ ᾍδης, σκυλεύοντα τούτου τὰ βασίλεια, οὓς πάλαι κατέπιε, φόβῳ σου νεκρούμενος, νεκροὺς ἐδίδου ἅπαντας, Λόγε κραυγάζοντας, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θρηνούσαις ἐβόα μυροφόροις, τῷ λίθῳ καθήμενος ὁ ἄγγελος, δρόμῳ ἀπαγγείλατε, μαθηταῖς τὴν ἔγερσιν, τοῦ Ζωοδότου ἤδη γάρ, ὄντως εγήγερται, τοῦ ᾍδου καθελὼν τυραννίδα, καὶ τοῦ διαβόλου συντρίψας τὴν κακίαν.
Τριαδικόν.
Ἕνα σε δοξάζω τῇ οὐσίᾳ, Τριάδα κηρύττω τοῖς προσώποις δέ, τὴν μίαν θεότητα, Πατέρα προάναρχον, Υἱὸν καὶ Πνεῦμα ἅγιον βοῶν ἑκάστοτε, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς ὤφθης Θεὸς ἐκ σοῦ Παρθένε, μὴ λύσας τῆς παρθενίας ὅλως σήμαντρα, οὕτως ἐξεγήγερται, λίθου τὰ σφραγίσματα, καταλιπὼν ἀσαλευτα, ὃν κατιδοῦσα χαρᾶς ἐπλήσθης, εὐλογοῦσα τὴν τούτου θείαν δυναστείαν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄνω ἀνελθών, εἰς ὕψος μακρόθυμε, ἐθελουσίως σταυροῦ, εἵλκυσας τὸν ἄνθρωπον, ἐκ τῶν βαράθρων τῆς ἀπωλείας πρὸς φῶς, κατατεθεὶς ἐν μνήματι ζωὴ ὑπάρχων Χριστε, τοὺς ἐν τάφοις, ἤγειρας καθεύδοντας τῇ σεπτῇ καὶ ἐνδόξῳ ἐγέρσει σου.
Μύρα σοι χορός, γυναίων ἐκόμιζε τῷ τῆς ζωῆς ἀρχηγῷ, καὶ κατανοήσας σε, ἐγηγερμένον εὐηγγελίσατο, τοῖς Μαθηταῖς τὴν ἔγερσιν, συνηθροισμένοις ὁμοῦ, καὶ πενθοῦσιν, οἳτινες ἰδόντες σε, φωτισμοῦ καὶ χαρᾶς ἐπληρώθησαν.
Ἥλιε Χριστέ, ἐν ᾍδη γενόμενος μετὰ ψυχῆς ὡς Θεός, τοῖς ἐκεῖ καθεύδουσι, πεπεδημένοις ἐκ τοῦ αἰώνος τὸ φῶς, τὸ σὸν φαιδρῶς ἐπέλαμψας, καὶ ἐξανέστησας, τῇ ἁγίᾳ τούτους ἀναστάσει σου, ἀνυμνοῦντας τὴν σὴν ἀγαθότητα.
Θεοτοκίον.
Νεύματι τὸ πᾶν, Παρθένε τὸν φέροντα, Θεὸν ἐκύησας, ἄνθρωπον γενόμενον, δι’ εὐσπλαγχνίαν Θεοχαρίτωτε, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι ἡμῶν, τὰς καρδίας, τῶν μακαριζόντων σε, ὡς ἁγνὴν ἀληθῶς Θεομήτορα.

ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

Τετραώδιον, οὗ ἡ ἀκροστιχίς: ᾍδω μέλος τέταρτον.
ᾨδὴ στ΄. Ἦχος δ΄. Θύσω σοι μετὰ φωνῆς αἰνέσεως.
Ἁπλώσας, ἐν σταυρῷ τὰς ἀχράντους παλάμας σου, τὸν νοητὸν ἐτροπώσω, Ἀμαλὴκ τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὸν κόσμον, ἐλυτρώσω δουλείας Χριστὲ ὁ Θεός.
Δονήσας, τῇ φρικτῇ καταβάσει τὸν ᾍδην Χριστέ, οὓς περ κατεῖχε δεσμίους, θεϊκῇ ἐξήρπασας δυναστείᾳ, καὶ ἀνέστης, ὡς Θεὸς ἐκ τοῦ τάφου τριήμερος.
Ὡς ἦλθον, πρὸς τὸ μνῆμα γυναῖκες, μυρῖσαί σε, Σὲ τὸ ἀτίμητον μύρον, πρὸς αὐτὰς ὁ ἄγγελος ἀνεβόα, μὴ θρηνεῖτε, ὃν ζητεῖτε ἀνέστη ὡς Κύριος.
Θεοτοκίον.
Μηκέτι, Θεομῆτορ Παρθένε σκυθρώπαζε, ὁ γὰρ Υἱός σου ἀνέστη, ὡς Θεὸς τριήμερος ἐκ τοῦ τάφου, ἀλλὰ χαῖρε καὶ δυσώπει αὐτόν, τοῦ σωθῆναι ἡμᾶς.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ἐν τῷ Κρανίῳ δι’ ἡμᾶς, μέσον τῶν ληστῶν ἀνηρτήθης, ἐπὶ σταυροῦ καὶ τὰς ἀρχάς, τὰς τοῦ σκότους ἐν τούτῳ κατήργησας, Παντοδύναμε Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Λόγχῃ πλευρὰν διατρηθείς, ἔβλυσας ἡμῖν ζωοδότα, πηγὴν ἀένναον τὸ σόν, θεῖον αἷμα Χριστὲ τοῖς κραυγάζουσιν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ὁ καταστράπτων τῇ στολῇ, ἄγγελος θρηνούσαις ἐβόα, ταῖς γυναιξὶ τὶ ὡς θνητόν, μετὰ μύρων ζητεῖτε τὸν ἔχοντα, τῆς ζωῆς τὰς ἡνίας Χριστόν, ἐξανέστη καθὼς εἶπε καὶ πρὸ τοῦ πάθους.
Θεοτοκίον.
Σῶμα ἀνείληφεν ἐκ σοῦ, ὁ περικρατῶν κτίσιν πᾶσαν, καὶ γῆς τὰ πέρατα ἁγνή, καὶ θανεῖν δι’ ἡμᾶς κατεδέξατο, ὃν ὁρῶσα εὐφράνθητι, μετὰ δόξης ἐκ τοῦ τάφου ἐξαναστάντα.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Τῷ μώλωπι Δέσποτα τῷ Σῷ, ὅλην ἰάτρευσας τὴν ἀνθρωπότητα, Σωτὴρ ἠνέσχου δὲ θάνατον, καὶ τὴν τούτου ῥύμην ἔστησας, τῷ σῷ θανάτῳ ἀγαθε, ἀθανατίσας ἡμᾶς τοὺς βοῶντας, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Εὐφραίνεσθε πάντες οἱ λαοί, γῆ πᾶσα χαῖρε νῦν, καὶ τὰ οὐράνια, ὁ ζωοδότης γὰρ Κύριος, ἐξανέστη ἐκ τοῦ μνήματος, ἐξαναστήσας τὴν ἡμῶν, φύσιν κραυγάζουσαν, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τύραννον ἐδέσμευσας Χριστέ, τῇ καταβάσει σου τεθεὶς ἐν μνήματι, νεκροὺς δ’ ἐξήγειρας ἅπαντας, εὐχαρίστως ἀνυμνοῦντάς σε, τὸν εὐεργέτην τοῦ παντὸς καὶ παντοκράτορα, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἀδὰμ τοῦ πεσόντος ἐν Ἐδέμ, λῦσαι τὸ παράπτωμα Ἁγνὴ βουλόμενος, ὁ παντοδύναμος Κύριος ἐσαρκώθη ἐκ σοῦ Πάναγνε, καὶ σταυρωθείς τε καὶ ταφείς, ἀνέστη σώζων ἡμᾶς, τοὺς ἐκ πόθου σε ἀνυμνοῦντας Μαρία θεόνυμφε.








ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Ῥήσσεται τῇ σῇ ἐν τῷ σταυρῷ, μακρόθυμε, ἀναρτήσει καταπέτασμα, ἥλιος κρύπτει τὰς ἀκτῖνας, σχιζόμεναι δὲ πέτραι ἐδείκνυον, τὴν ἄδικον σφαγὴν ἣν ὑπήνεγκας, Σῶτερ ἑκὼν ὑπὲρ γένους βροτῶν.
Τέτρωσαι τῇ λόγχῃ Ἰησοῦ, φιλάνθρωπε, ἐπὶ ξύλου καὶ ἰάτρευσας, τὸν πληγωθέντα παραβάσει, Ἀδὰμ ἐν παραδείσῳ μακρόθυμε, τεθεὶς δὲ ἐν νεκροῖς ὁ ἀθάνατος, πάντας ἐξῆρξας ἀνυμνοῦντάς σε.
Ὁ πάντα δρακὶ περικρατῶν, ὁ νεύματι διευθύνων τὴν ὑφήλιον, πῶς ἐν νεκροῖς κατελογίσθης, θνητὸς καθάπερ θέλων λυτρώσασθαι, τοὺς δήγματι πληγωθέντας τοῦ ὄφεως, σὲ ἀνυμνοῦμεν ὡς φιλάνθρωπον.
Θεοτοκίον.
Νεκρὸν καὶ γυμνὸν τὸν σὸν υἱόν, κρεμάμενον ἐπὶ ξύλου ἤλγεις βλέπουσα, αὖθις δὲ τοῦτον ἀναστάντα, τριήμερον ὁρωσα εὐφράνθητι, Πανάμωμε ὡς μήτηρ καὶ πρέσβευε, ὑπὲρ τῶν πίστει γεραιρόντων σε.