Σάββατο, 11 Ιουλίου 2009

ΙΟΥΛΙΟΥ 19. ΧΑΡΑΛΑΜΠΟΥΣ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΝΑΜΝΗΣΗ ΘΑΥΜΑΤΟΣ ΕΝ ΦΙΛΙΑΤΡΑΙΣ ΜΕΣΣΗΝΙΑΣ


Τῌ ΙΘ´ ΤΟΥ ΜΗΝΟΣ. Μνήμην τοῦ θαύματος τοῦ Ἁγίου Χαραλάμπους, οὑ πολλοὶ τῶν πολιτῶν τῆς Ἐράνης ἐσώθησαν ἐκ εἰς θάνατον καταδίκης ὑπὸ τῶν Γερμανικὼν δυνάμεων κατοχῆς ἐν ἔτει 1944 καὶ ἐκ τῶν ἀσθενειῶν ἄλλοι ἐθεραπεύθησαν.
Ἀκολουθία. (Ποίημα μακαριστοὺ Μητροπολίτου Τριφυλίας καὶ Ὀλυμπίας Στεφάνου) (ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΤΡΙΦΥΛΙΑΣ ΚΑΙ ΟΛΥΜΠΙΑΣ ΑΘΗΝΑΙ 1977).

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Κύριε ἐκέκραξα, Στιχηρὰ προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἔλαμψας τοῖς θαύμασι, Μαρτύρων κλέος Χαράλαμπες, πρὸς Θεὸν ἱκεσίαις σου, τὴν πόλιν λυτρούμενος, ἐκ δεινῆς μανίας, σφαγῇς τε βασάνων, καὶ πολεμίων ἀπειλῇς. Διὸ σὲ πάντες τιμῶμεν Ἅγιε, καὶ πόθῳ ἀσπαζόμενοι, τὴν σὴν εἰκόνα, γεραίρομεν, τὸν φιλάνθρωπον Κύριον, τὸν λαμπρῶς σὲ δοξάσαντα.

Ὤφθης παμμακάριστε, Θεοῦ θεράπον καὶ πρόμαχε, τῷ φρουράρχῳ τῆς πόλεως, καὶ τούτῳ ὑπέδειξας, ἀποστῆναι πάσης, φονικῆς μανίας, καὶ ἐκδικήσεως φρικτῆς, διὸ νῦν πάντες εὐχαριστοῦντές σοι, εἰκόνα λιτανεύομεν, τὴν σὴν Χαράλαμπες ἔνδοξε, καί φαιδρῶς ἑορτάζοντες τῳ Κυρίῳ λατρεύομεν.

Ὤφθῂς παμμακάριστε, προστάτα Θεῖε Χαράλαμπες, τῷ Φρουράρχῳ τῆς πόλεως, κατ᾿ ὄναρ᾿ καὶ ἔπεισας, τοῦτον ἀποστῆναι πάσης ἐνεργείας καὶ μηδενὶ ἐπιβαλεῖν χεῖρα κακίας καὶ ἐκδικήσεως. Διὸ εὐχαριστοῦντές σοι, πάντες εἰκόνα σου σέβομεν καὶ ἐν ὕμνοις τιμῶμέν σε, ἀθλητὰ γενναιότατε.

Ἄκουσον καὶ πίστευσον, κατ· ὄναρ εἴρηκας Ἅγιε, τῷ τὴν Χώραν κατέχοντι, καὶ γνώμην μετάλλαξαι, ὡς Θεὸς κελεύει, ἐγὼ δέ σοι δῶρον, μέγα ποιήσω στρατηγέ, καὶ ὑγιαίνοντα ἀποδώσω σε, πατρίδι καὶ τῷ οἴκῳ σου, ἵνα γεραίρῃς τὴν δύναμιν, ἣν παρέχει ὁ Κύριος, Ὀρθοδόξων τοῖς πέρασι.

Ἥλιος ἔφανεν, ὁ στρατηγὸς περιήγετο, τοὺς Ναοὺς καί ἀνεῦρέ σε, εἰκόνα ὡς ἔβλεψε, σεβασμιωτάτην, ἣν ἡμεῖς τιμῶμεν, οὗτός ἐστιν ἀναβοῶν, Ὃν ἐγὼ εἶδον πρεσβύτην πάλλευκον. Διὸ καὶ ἐντειλάμενος, παίδων ἀπόλυσιν, ἐκομίσατο, ὁ ὑπέσχου Μακάριε, τῷ Θεῷ ἀγαλλόμενος.

Δεῦτε εὐφημήσωμεν, πιστοὶ ἐν Πνεύματι ᾄδοντες, Χαραλάμπην τὸν ἔνδοξον, τὸν θεῖον καὶ Μάρτυρα, καὶ ἡμῶν προστάτην. τῆς πόλεως ταύτης, φρουρὸν καὶ σύμμαχον στεῤῥόν, καὶ ποδηγέτην λαοῦ τὸν ἄριστον, Αὐτοῦ γὰρ τὰ θαυμάσια, σήμερον πάντες γεραίρομεν, καὶ φαιδρῶς ἑορτάζοντες, τῷ Κυρίῳ λατρεύομεν.
Πῶς σὲ νῦν, Χαράλαμπες, ἁμαρτωλοὶ ἐπαινέσωμεν, τὸν γενναῖον ἐν μάρτυσι, τῆς πίστεως πρόμαχον, ἀρετῶν τὸ ὕψος, ἐν ὅλῳ τῷ βίῳ, Θεὸν δοξάσαντα λαμπρῶς καὶ τὸν ἐν γήρει νεανικώτατον, φανέντα καὶ πλουτήσαντα, δειναῖς βασάνοις τὸν στέφανον τῆς Χριστοῦ νίκης πάνσοφε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β´ ,
Ὢ πῶς ἀποδώσομεν πιστοί, τῷ Θείῳ Χαραλάμπει, τὰς εὐεργεσίας ἂς ἐποιήσατο ἡμῖν, πάλαι κατ᾿ ἀρχάς. Ὅτι θανάτου ἡμᾶς, καὶ νόσων παντοίων, ταῖς πρὸς Θεὸν πρεσβείαις αὐτοῦ, ἐλυτρώσατο, καὶ τῶν θαυμασίων Αὐτοῦ διαγγελεὺς εἰς αἰῶνα ἐγένετο. Δόξα Κύριε τῇ σῇ δυνάμει, ἣν παρέχεις πρεσβείαις τοῦ ἁγίου, φιλανθρωπευόμενος ἡμῖν, τοῖς ἀναξίοις δούλοις σου.

Καὶ νῦν. Θεοτοκίον τοῦ ἤχου.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς. Οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Τὸ Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9, 14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τὶς ἀκουστὰ ποιήσει; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μέτ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις..
Χαίροις ὁ μέγας μάρτυς Χριστοῦ, πυρίνῳ ζήλῳ καὶ ἀγάπῃ κινούμενος, Ἀγγέλους ὁ καταπλήξας, τοῖς τῶν αἱμάτων κρουνοῖς, καὶ τῷ μαρτυρίῳ πανσεβάσμιε, ἡμῶν ἡ βοήθεια, ἀσθενείαις καὶ πάθεσι, καὶ ἐν κινδύνοις πανσθενὴς συναντίληψις, φίλος ἔνθεος καὶ διδάσκαλος πάνσοφος. Πρέσβευε οὖν Χαράλαμπες, τῷ Θρόνῳ τῆς Χάριτος, ἐλεηθῆναι σοὺς δούλους, καὶ λυτρωθῆναι κολάσεως, ἡμᾶς τοὺς ὑμνοῦντας, πολιοῦχον σὲ προστάτην, καὶ φίλον μέγιστον.

Ὅτε ἡ τῶν τυράννων φωνή, Μάρτυς Κυρίου, προπετῶς σὲ ἐκέλευσεν, ἀρνήσασθαι τὴν σὴν πίστιν, τότε ἐβόας αὐτοῖς, οὑ πτοοῦμαι ξίφος, μηδὲ θάνατον. Εἰς βάθος γηράσαντι, τίς ζωῆς ἡ ὠφέλεια; Καὶ γὰρ λυθῆναι, τῶν δεσμῶν μου ἐπείγομαι, τῶν τοῦ σώματος, ὅπως φθάσω εἰς ἄλυπον, βίον καὶ πανευδαίμονα, ὁρᾶν τὰ ἀόρατα καὶ συγχορεύειν ἀγγέλοις, καὶ τῶν ἁγίων ταῖς τάξεσιν, ὑμνούντων Δεσπότην, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίρει, ὁ τῆς Ἐράνης πιστός, λαὸς Κυρίου καὶ γεραίρει, Χαράλαμπες, τὴν μνήμην σου μεγαλύνων, τὸν οὐρανοῦ καὶ τῆς γῆς, ποιητὴν καὶ πλάστην, πανσεβάσμιε. Αὐτὸν γὰρ ἐδόξασας, καὶ τρανῶς διεκήρυξας, λόγοις καὶ ἔργοις, τὸ αὐτοῦ Εὐαγγέλιον, ἀκριβέστατα, ἑρμηνεύων, μακάριε. Ὅθεν καὶ ἐκδερόμενος, οὐκ ἔλειπες Ἅγιε, δοξολογίαις καὶ ὕμνοις, ἀδιαλείπτως προσεύχεσθαι, πνοὴν ὡς ἀφῆκας, καὶ ἀνῆλθες, ἵνα λαβῆς, δόξης τὸν στέφανον,

Δόξα. Ἦχος γ´.
Πῶς μὴ θαυμάσωμεν τὸν νεανικὸν σοῦ ζῆλον, πανσεβάσμιε.
Γῆρας γὰρ πολυχρόνιον ἐπ᾿ ὤμων ἔχων μακάριε, ἔτρεχες γοργῷ τῷ ποδὶ ἵνα λάβῃς τοῦ μαρτυρίου τὸν στέφανον. Ὀὗ καὶ ἐπαξίως τυχῶν, παρὰ τοῦ ἀθλοθέτου Σωτῆρος αἰωνίως ἀγάλλει καί πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Ἤχου.
Ἀσπόρως ἐκ Θείου Πνεύματος, βουλήσει δὲ Πατρὸς συνείληφας Υἱὸν τόν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι᾿ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Χαίρει σήμερον, Ἐράνη πᾶσα, μνημονεύουσα εὐεργεσίας, ἣν ἐποίησας πάλαι, Χαράλαμπες. Καὶ γὰρ τῶν παίδων αὐτῆς ζωὴν ἔσωσας, καὶ πολεμίων μανίαν ἀπέτρεψας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Ἕτερον
Χαίρει σήμερον, Ἐράνη πᾶσα, καὶ εὐγνώμονα σοι ἀναφέρει, εὐχαριστήρια, Μάρτυς Χαράλαμπες. Ταῖς γὰρ θερμαῖς πρὸς Θεὸν ἱκεσίαις σου, δεινὴν σφαγὴν παίδων πάλαι ἀπέτρεψας. Ὅθεν Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Ἕτερον
Δεῦτε σήμερον, πιστῶν τὰ πλήθη, ἐπαινέσωμεν τὸν Χαραλάμπην, εὐχαριστίας Θεῷ ἀναπέμποντες, τῇ γὰρ αὐτοῦ μεσιτεία ἐσώθημεν, καὶ πολεμίων βουλαὶ ἐτροπώθησαν. Ὅθεν ἅπαντες τῷ πολιούχῳ βοήσωμεν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι πᾶσι τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσα...


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου, Σωτήρ.
Ἀνέτειλεν ἡμῖν, ἡ φωσφόρος σοῦ μνήμη, Χαράλαμπες σεπτὲ καὶ πιστοῖς ἐπιφαίνει, χαρὰν καὶ πανήγυριν, τὸν Θεὸν γὰρ ἐδόξασας, καὶ θαυμάτων σου, πόλιν ἐνέπλησας, Μάκαρ. Διὸ σήμερον, συναθροισθέντες τιμῶμεν καὶ πόθῳ γεραίρομεν.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον.
Τὸν τῆς πίστεως πρόμαχον καὶ φρουρόν, ἀθλητῶν καὶ μαρτύρων τὴν καλλονήν, τὸν θεῖον ἐν ᾄσμασι Χαραλάμπην ὑμνήσωμεν, ὡς Θεὸν δοξάσαντα καὶ τιμήσαντα, καὶ ἀρετῶν χαρίσμασι διαπρέψαντα. Ὅθεν εὐχαρίστως, ἀναπέμψωμεν δόξαν, Θεῷ παντοκράτορι, τοὺς ἁγίους βραβεύσαντα, καὶ πιστῶς ἐκβοήσωμεν. Λύτρωσαι ἡμᾶς πειρασμῶν, καὶ κινδύνων, Ἅγιε Χαράλαμπες, ταῖς πρὸς Θεὸν πρεσβείαις δεόμεθα.

Μετὰ τὸν Πολυέλαιον, κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήω, ·.
Γρηγορήσωμεν πιστοί, διακονῆσαι τῷ Θεῷ, ἀρεταῖς καὶ ἀγαθοῖς, ἔργοις βιοῦντες ἐπὶ γῆς καὶ εὐσεβείᾳ μιμούμενοι τοὺς ἁγίους. Αὐτοὶ γὰρ τὴν ἡμῶν, ποθούσιν εὔκλειαν, καὶ πάντοτε, θερμῶς Θεῷ πρεσβεύουσιν, ὡς παῤῥησίαν ἔχοντες, καὶ δόξης ἐν οὐρανοῖς ἀπολαύοντες, σὺν τούτοις πᾶσι, καὶ Χαραλάμπην, ὕμνοις ἐνθέοις τιμήσωμεν.
(Τὰ Θεοτοκία τῶν ἀντιστοίχων ἦχων)

Τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἤχου.
Προκείμενον. Ἦχος δ´: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Πᾶσα πνοή.
Εὐαγγέλιον κατὰ Λουκᾶν.: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Εἶτα ὁ ν΄.
Δόξα: Ταῖς του Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχος: Ἐλεῆμον, Ἐλέησον μὲ ὁ Θεός... Καὶ τὸ ἰδιόμελον. Ἦχος πλ. β΄
Σήμερον, ὁ Θεοτερπὴς λαὸς τῆς Ἐράνης, χρεωστικῶς τὰ εὐχαριστήρια προσνέμει τῷ Ἱερομάρτυρι Χαραλάμπει, καὶ πνευματικῶς πανηγυρίζων, κράζει πρὸς αὐτόν· Ὢ πόσων δακρύων ἡμᾶς ἀπήλλαξας, ᾧ ποίου πένθους, χηρείας, ὀρφανίας καὶ ἀτεκνίας ἡμᾶς διέσωσας. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύων, οὐκ ἂν ἐσώθημεν. Ἀλλὰ φύλαττε ἅγιε, πάντας τοὺς πιστεύοντας Χριστῷ καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Τὸ Κύριε ἐλέησον ιβ΄. Ἐλέει καὶ οἰκτιρμοῖς...


Εἶτα ψάλλεται ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ἐπίσκοπος Στέφανος Ἱκέτης Χαραλάμπει.
ᾨδὴ α´. Ὁ Εἱρμός. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἐπαίνοις κροτήσωμεν, φαιδρὰν πανήγυριν στήσωμεν, καὶ λόγον ὑψώσωμεν, τῷ ἱερεῖ τοῦ Χριστοῦ καὶ βοήσωμεν, Θεῷ τῷ πάντων κτίστῃ, Ἁγίους δοξάσαντι καὶ θαυμαστώσαντι.
Παρῆλθεν ἐκραύγαζες, τῷ σῷ τυράννῳ μακάριε, εἰδώλων τὸ κήρυγμα, καὶ φῶς ἐπέλαμψε νῦν, λῦον πλάνην τε, δαιμόνων ἐπινοίας, Χριστὸς ὡς ἐπέφανε καὶ ἐνηνθρώπησεν.
Ἰδεῖν σὲ ἀνέμενεν, ὀλιγωρεῖν μαρτυρία σου, καὶ κάμπτειν τὰ γόνατα, τοῦ προσκυνήσαι αὐτόν, ὁ σὸς δήμιος, Χαράλαμπες παμμάκαρ, αὐτὸν ὅμως ᾔσχυνας καὶ κατεπάτησας.
Θεοτοκίον.
Σοφίας καὶ Χάριτος, Μήτηρ ἐδείχθης πανάμωμε, Θεὸν γὰρ ἐκύησας, Ἁγίῳ Πνεύματι, λυτρωσάμενον Σταυρῷ τὴν κτίσιν πᾶσαν, ἡμῖν δὲ δωρούμενον εἰρήνην, Πάναγνε.

ᾨδὴ γ´. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Κηρύξας σταδίῳ Θεὸν Λόγον, σαφῶς ἐδογμάτισας κλεινέ, Χριστὸν τὸν ἀναμάρτητον, Θεοῦ Υἱὸν ὑπάρχοντα καὶ ἐν Σταυρῷ τοὺς δαίμονας ὁλοτελὼς ἐκμειώσαντα.
Ὁσίως Χαράλαμπες, διῆλθες, καὶ δρόμον ἐτέλεσας καλῶς, νηστείαις καὶ δεήσεσι, Θεῷ λατρεύων πάντοτε καὶ νῦν ἀγάλλει πάνσοφε, ἐν οὐρανοῖς εὐφραινόμενος.
Παρεῖδες τὴν ὕλην καὶ τὴν σάρκα, μισήσας τοῦ βίου ἡδονάς, ἔρωτι δὲ πτερούμενος, Θεοῦ τοῦ Παντοκράτορος, τοῦ μαρτυρίου σκάμματα, χαίρων διῆλθες, θεόληπτε.
Θεοτοκίον.
Ὁ πάντων Δεσπότης, Θεοτόκε, ὡς μόνη καλῇ ἐν γυναιξί, τῇ σῇ ἐπεῖδε, Πάναγνε, καρδίᾳ καὶ ἐσκήνωσεν, ἵνα τὸν κόσμον λυτρώσηται, πλάνῃ νεκρὸν κατακείμενον.

Κάθισμα. Ἦχος πλ. δ΄. Ταχὺ προκατάλαβε.
Ἐπέλαμψε σήμερον, ὡς φωτοφόρος αὐγή, ἡ μνήμη σου Ἅγιε, καὶ συγκαλοῦσα ἡμᾶς, εἰς θεία σκηνώματα, ὄμματα, καὶ καρδίας, πρὸς οὐράνια ὕψη, ἕλκει καὶ τῆς κακίας τῶν παθῶν ἀπαλλάττει, διὸ εὐχαριστοῦντες Θεῷ σὲ μακαρίζομεν.

ᾨδὴ δ΄. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος.
Σὲ τὸν μάρτυρα Κυρίου, ἀνυμνοῦμεν Χαράλαμπες, ὡς λαοῦ προστάτην, καὶ τῶν θλιβομένων ἀντίληψιν, εἰλικρινῶς προσκυνοῦντες τὴν εἰκόνα σου, καὶ τὰ λείψανα, τὰ τετιμημένα καὶ ἅγια.
Στεφανοῦσαι καὶ λαμπρύνεις, οὐρανοῦ τὰ σκηνώματα, δόξῃ τῶν ἁγίων, πάντων τε ὁσίων κοσμούμενος, καὶ τῶν ἀγγέλων τὸν ὕμνον, ᾄδεις ἅγιε, εὐφραινόμενος μετὰ τῶν συνάθλων μακάριε.
Τίς ἀξίως ἐπαινέσει, τοὺς ἀγῶνάς σου ἅγιε, οὓς ὑπὲρ τῆς δόξης, τοῦ Θεοῦ, ὑπέμεινας ἔνδοξε, καὶ τῶν αἱμάτων τὰς χύσεις, δι᾿ ὧν ἔτυχες, αἰωνίου ζωῆς τε καὶ Χάριτος.
Θεοτοκίον.
Ἐφανέρωσε σὸν κάλλος, Θεοτόκε Πανύμνητε, ὁ τὴν σὴν γαστέρα, σκήνωμα χρησάμενος, τόκος σου, τοῦ Θεοῦ Λόγος ὑπάρχων, καὶ αΐδιος, καὶ συνάναρχος, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, Δέσποινα.

ᾨδὴ ε΄ . Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Φανέντα τοῖς πέρασι καὶ σωτηρίαν νείμαντα, ἔγνως καὶ ἐκήρυξας προφρόνως, μέσῳ σταδίου, ὡς ἐπὶ πάντων Θεόν, τὸν δόντα σοι ἅγιε ἰσχύν, χαίρειν τοῖς παθήμασι καὶ ἐλπίζειν τοῖς μέλλουσιν.
Ἀνῆλθες εἰς ἄβατα, καὶ τῷ Θεῷ ἐνέτυχες, δόξαν παρ’Αὐτοῦ, λαμβάνων Πάτερ, ἡμῖν δὲ πᾶσι τὴν ἐπὶ γῆς ἀρετήν, ἀρδεύεις πλουσίοις οἰκτιρμοῖς, θρόνῳ παντοκράτορος, παρεδρεύων μακάριε.
Νοσοῦντας ἱκέτας σου, καὶ τῇ φθορᾷ δουλεύοντας, πάτερ μὴ παρίδῃς σοι βοῶμεν, λύων παγίδας, καὶ συμφορὰς πονηρῶν, σὺ γὰρ ἔχεις, θέλειν καὶ τὸ δύνασθαι ὡς Τριάδος θεράπων καὶ πρόμαχος.
Θεοτοκίον.
Ὀλλύμενον, ἄχραντε, δαιμονικῆς ἐπάρσεως, Μῆτερ μὴ ἐάσῃς τὸν σὸν δοῦλον, σὺ γὰρ ὑπάρχεις Χριστιανῶν ἡ ἐλπίς, τὸν Σωτῆρα, Πάναγνε καὶ Κύριον, θαυμαστῶς ἐν γαστρί σου χωρήσασα.

ᾨδὴ στ´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Σεισμοῦ, λοιμοῦ, καταιγίδος τε, τὴν πόλιν ἡμῶν φύλαττε ἅγιε, εἰς σὲ προστρέχουσαν, ὅπως γεραίρῃ τοὺς ἄθλους σου καὶ λιτανεύῃ πάτερ, θείαν εἰκόνα σου.
Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν, Χαράλαμπες μαρτύρων ἀγλάϊσμα καὶ καταπίστευμα, ἡμῶν κινδύνοις καὶ θλίψεσι, καὶ ταῖς πικραῖς παγίσι τοῦ πολεμήτορος.
Καλὸν καὶ ἄμωμον εὕρατο, τὸν βίον σου Χριστός, Μάρτυς ἔνθεε, διὸ καὶ ἔστεψεν, ἐν οὐρανοῖς θαυμαστώσας σε, καὶ ἐπὶ γῆς τοῖς πέρασι καταδείξας σε.
Θεοτοκίον.
Ἐν μήτρᾳ σου τὸν Λόγον, ἐχώρησας, τὸν πάντα περιέχοντα, ἄχραντε, Ἄναρχον Κύριον, ὃν καὶ εἶδες σταυρούμενον ὑπὲρ ἀνθρώπων, Κόρη καὶ ἀντιστάμενον.



Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθείς.
Ὁ ὑψωθεὶς ἐν οὐρανοῖς ἐπαξίως, τῇ ὀρθοδόξῳ τοῦ Χριστοῦ Ποίμνη, Πάτερ, ταῖς σαῖς πρεσβείαις δίδου χαρμονήν. Εὔφρανον ἐν τῇ ἀγάπῃ σου τῶν πιστῶν τὰς χορείας, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων. Τὴν συμμαχίαν ἔχοιμεν τὴν σὴν Μάρτυς Κυρίου, Παμμάκαρ Χαράλαμπες.
Ὁ Οἶκος.
Τίς ἀξίως δυνήσεται, τοὺς ἄθλους ἐξυμνῆσαι σου Χαράλαμπες; Ὅτι γῆρας ἔσχες τίμιον καὶ πολυχρόνιον, ἀριθμῷ ἐτῶν μετρούμενον καὶ πολιᾷ φρονήσει κατακοσμούμενον. Ἱερατεύων δὲ ἐννόμως, μεγάλως ἐδόξασας Χριστόν, καὶ ὑπὲρ πίστεως τὴν ψυχήν σου τέθηκας, ἅγιε. Διὸ καὶ ἡμεῖς, πλουσίως τοῖς θαύμασί σου εὐεργετηθέντες, βοῶμεν· Τὴν συμμαχίαν ἔχοιμεν τὴν σὴν Μάρτυς Κυρίου Παμμάκαρ, Χαράλαμπες.

Συναξάριον.
Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.
Στίχ. Φρονοῦσ᾿ ἀδελφὰ τοῖς ἀδελφοῖς Μακρίνα,
Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον.
Τῇ δ᾿ ἐνάτῃ δεκάτῃ Μακρίναν νόες ἔνθεν ἄειραν.
Αὕτη, κάλλει σώματος καὶ τρόποις κοσμουμένη χρηστοῖς, ἀναλόγῳ συνεζεύχθη νυμφίῳ. Τῶν δὲ γάμων ἔτι κειμένων ἐν μνήστροις, ἐπεὶ ὁ ταύτην ἁρμοσάμενος, ἐν ἀποδημίαις τὰ κοινὰ πράττων, γέγονεν ἐξ ἀνθρώπων, ἡ μακαρία Μακρίνα, πολλῶν ἑτέρων ἀγαγέσθαι αὐτὴν βουλομένων, τὴν χηρείαν καὶ τὰ ἐξ αὐτῆς εἵλετο εἴδη, τῶν ἐκ τοῦ γάμου μὴ πειρασθεῖσα τερπνῶν. Πάσης οὖν ἐπιμιξίας κοσμικῆς χωρίσασα ἑαυτήν, συνῆν τῇ μητρί, ταῖς τε θείαις ἀρεταῖς σχολάζουσα καὶ ἐν τάξει δευτέρας μητρὸς τοὺς μετ᾿ αὐτὴν γεννηθέντας ἐκτρέφουσα (δέκα γὰρ ὄντων τῶν πάντων παίδων, αὐτὴ τούτων τῆς γεννήσεως καθηγεῖτο). Ὁσίως δὲ καὶ ἐν ἀσκήσει βιώσασα, ἐν αὐταῖς ταῖς τελευταίαις πνοαῖς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ Θαυματουργοῦ.
Στίχ. Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,
Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Στίχ. Ἀνδρῶν μοναστῶν τετράριθμος ἀκρότης
Τοῖς τετραμόρφοις συμπαρίσταται νόοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος· καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Μιχαὴλ ἀνεψιοὺ αὐτοῦ.
Στίχ. Εἰς τὸν Ἅγ. Θεόδωρον.
Θείων δωρεῶν Θεόδωρε μετέσχες
Ἀξίως τῆς κλήσεως καλῶς βιώσας.
Δῶρον Θεός σε, Θεόδωρε τρισμάκαρ,
Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα.
Εἰς τὸν Ἅγ. Μιχαήλ.
Μιχαὴλ ὡς ὅσιος ὁμοῦ καὶ Μάρτυς
Διπλῶν τέτευχε παρὰ Χριστοῦ ἐπάθλων.
Δεκάτ᾿ ἢ δ´ ἐνάτη Θεόδωρον Μιχαήλ τε ἀείδω.
Οὗτοι ὥρμηντο ἐκ τῆς ἐν Μεσοποταμία Ἐδέσσης. Ὑπελθόντες τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, ἐγένοντο μοναχοὶ ἐν τῇ περιβοήτῳ Λαύρᾳ Σάββα τοῦ ἡγιασμένου, ἀσκητικοῖς ὁμιλοῦντες σκάμμασι καὶ πλείστοις ἀγῶσιν. ΤΗν ὁ Μιχαὴλ ἀνεψιὸς τοῦ μακαρίου Θεοδώρου, εἰς ὃν καὶ ὑπετάγη, παιδοτριβούμενος τοῖς κρείττοσι. Καὶ πότε ὁ Μιχαὴλ σταλεὶς τῇ Ἁγία Πόλει, περιέπεσε χερσὶν Ἀγαρηνῶν, οἵτινες ἐβίαζον αὐτὸν ἀρνήσασθαι τὸν Χριστὸν ὁ δὲ μὴ εἶξας τῇ τούτων βουλή, καὶ πολλὰς αἰκίας ὑποστάς, ἐκομίσατο τὸν τοῦ μαρτυρίου στέφανον᾿ Ὁ δὲ θεῖος Θεόδωρος, νεύσει Θεοῦ Ἀρχιερεὺς γεγονώς, ποιμὴν Ἐδέσσης κατέστη· ἔνθα τοῦ Εὐαγγελίου τὸν λόγον ἱερουργῶν, καὶ θαύμασιν ἐκλάμπων, τὸν ἐκεῖσε ἡγεμόνα, Ἀγαρηνὸν ὄντα, τῇ πίστει τοῦ Χριστοῦ ἐπεσπάσατο, καὶ υἱὸν φωτὸς ἀνέδειξε. Καὶ καλῶς ποιμάνας τὴν ἐμπιστευθείσαν αὐτῷ ποίμνην, κεκοίμηται ὁσίως, καὶ ἀπέλαβε τῆς ἀφθαρσίας τὸ διάδημα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Πανήδου, τοῦ νέου ὁμολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ποιούμεθα τοῦ ἐξαισίου θαύματος τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Χαραλάμπους, οὑ ταῖς πρὸς Θεὸν πρεσβείαις πολλοὶ τῶν πολιτῶν τῆς Ἐράνης ἐσώθησαν ἐκ βεβαίας εἰς θάνατον καταδίκης ὑπὸ τῶν Γερμανικῶν δυνάμεων κατοχῆς ἐν ἔτει 1944 καὶ ἐκ τῶν ἀσθενειῶν αὐτῶν ἄλλοι ἐθεραπεύθησαν.
Στίχοι: Χαρὰ ἡ πόλις μεγάλη λάμπει,
εὐγνωμονούσα τῷ μάρτυρι Χαραλάμπει.
Ἔτει χιλιοστῷ ἐνακοσιοστῷ τεσσαρακοστῶ τετάρτῳ, δεκάτη ἐννάτη τοῦ μηνὸς Ἰουλίου, τῆς Χώρας ἡμῶν, κρίμασιν οἷς οἶδε Κύριος, καταπατουμένης ἀπὸ τῶν Χιτλερικῶν τῆς Γερμανίας ὀρδῶν, ἐν τῇ πόλει τῶν Φιλιατρῶν τῆς κατὰ Τριφυλίαν Μεσσηνίας, θαῦμα μέγα ὑπὸ τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Χαραλάμπους ἐσημειώθη. Ἀποφάσεως γὰρ οὔσης, ὅπως, εἰς ἐκδίκησιν, πολλοὶ τῶν πολιτῶν φονευθῶσιν, ὁ Ἅγιος κατ’ ὄναρ ἐπιφαίνεται τῷ ἡγήτορι τοῦ τῶν ἀλλοεθνῶν στρατοῦ καὶ τούτῳ μετὰ χάριτος ἅμα δὲ καὶ παρατηρήσεως, «μὴ εἰς μηδεμίαν κακουργίαν προέλθῃς, φησί, κἀγὼ σοι βοηθήσω, ἵνα οἶκον καὶ πατρίδα ἀπολάβῃς ὑγιαίνων». Ἔξυπνος δὲ γενόμενος ὁ στρατιωτικὸς καὶ τὸ ὄνειρον διηγησάμενος, περιῆγε τὴν πόλιν τῶν Φιλιατρῶν καὶ ἀνεζήτει ἐν τοῖς Ναοῖς, ταῖς εἴκοσι προσβλέπων, ἀναγνωρίσαι τὸν ἐπιφανέντα Ἅγιον, πιστὸς γὰρ ὢν τῷ Θεῷ, βεβαίαν εἶχε τὴν ἐξήγησιν ὅτι παρ᾿ Αὐτοῦ καί Ἁγίου τινός ἡ Βουλὴ ἐν τῷ ὀνείρῳ ἐδίδετο. Ὅθεν, ἐλθὼν εἰς Ναὸν τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης Γουβιωτίσσης, καὶ τῇ εἰκόνι τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Χαραλάμπους προσβλέψας, «οὗτός ἐστιν, ἀνέκραξεν, ὁ πρεσβύτης πάλλευκος Ἅγιος, ὁ ἐπιφανεῖς μοι». Τῆς μιαιφονίας δὲ παραιτησάμενος, ἔφευγεν ἐκ τῆς πόλεως, τῶν πολιτῶν ἐν χαρὰ καὶ ἀγαλλιάσει εὐλογούντων τὸν Θεὸν καὶ εὐχαριστούντων τῷ Ἁγίῳ. Λέγεται δὲ τὸν στρατιωτικὸν καὶ ἅπαξ καὶ δίς μετὰ τὴν εἰρήνην ἐπαναστρέψαι εἰς τὴν πόλιν τῶν Φιλιατρῶν, πρὸς ἀπόδοσιν εὐχαριστίας τῷ Ἁγίῳ ὅτι σῶος καὶ ἀβλαβὴς ὑπέστρεψεν εἰς τὴν χώραν αὐτοῦ καί, ὡς ὁ Ἅγιος ὑπέσχετο, τοὺς οἰκείους ὑγιεῖς ἄνευρε καὶ ἀπέλαβε. Τούτων, οὖν τῶν θαυμασίων τοῦ Ἁγίου Τερομάρτυρος Χαραλάμπους κατὰ χρέος τὴν μνήμην τελοῦμεν σήμερον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Διοκλέους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τέσσαρες συνασκηταῖ ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ Θεόφρονες.
Τὴν ἀπόῤῥητον, καὶ ἄκραν συγκατάβασιν, Μάρτυς ἐτράνωσας, τοῦ σου Σωτῆρος Χριστοῦ, ἐν λόγῳ καὶ ἔργῳ δὲ σαυτὸν ἀπέδειξας, λάτρην ἄξιον, τὸν τῶν πατέρων Κύριον καὶ Δεσπότην εὐλογούντα.
Ἡ πανήγυρις, ἀνέτειλε φιλέορτοι, τοῦ Θείου Μάρτυρος, διὸ καὶ πάντες αὐτῷ, συμφώνως βοήσωμεν, καὶ ἀνακράξωμεν. Ὢ Χαράλαμπες, τὸν τῶν Πατέρων Κύριον, μὴ ἐλλείπης ἱκετεύων.
Σπεύσον ἅγιε, καὶ σβέσον τὰ φρυάγματα, τῶν πολεμούντων με, καὶ ὁ ὃς μοι Μάρτυς τὴν σήν, ἀγάπην καὶ αἴσθησιν, τὴν πρὸς τὸν Κύριον, ὃν ἐδόξασας, καὶ ὡς Θεὸν ἐτίμησας εὐαρέστῳ βιοτῇ σου.
Θεοτοκίον.
Χαραλάμπους ἱκεσίας, δέξαι Δέσποινα καὶ ταύτας ἄγαγε, τῷ σῷ Νυμφίῳ Χριστῷ, ὃν ἔτεκες Πάναγνε, μύρα προχέουσα καὶ μεσίτευσον, ἵνα ἡμᾶς λυτρώσηται πειρασμῶν τε καὶ κινδύνων.

ᾨδὴ η΄. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἄδεις τῷ Κυρίῳ εἰς αἰῶνας, ἀγγέλων καὶ ἀρχαγγέλων θείοις τάγμασι, τούτοις αὐλιζόμενος, ἅγιε Χαράλαμπες, τὴν οἰκουμένην ἅπασαν ἀρδεύων θαύμασι, τὴν πόλιν δέ, ἡμῶν τῶν σὲ ὑμνούντων, πάντοτε κρατύνων καὶ σῴζων σῇ δυνάμει.
Ῥάνον τοῖς σοῖς ὄμβροις τῶν χαρίτων, τοὺς δίψει καὶ καύσωνι πυκτεύοντας, Μάρτυς παναοίδιμε, πάντας καὶ ὑμνοῦντάς σε, καὶ Τριφυλίαν ἅπασαν, ἔγειρον ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Ἄρας τὸν σταυρόν σου ἐπὶ ὤμων, διῆλθες τοῦ μαρτυρίου σου τὸν δόλιχον, χαίρων ὢ Χαράλαμπες, αἵμασι σταζόμενος, καὶ τοῖς ὁρῶσιν ἐκραζες, δεῦτε ἀρνήσασθε, τὰ εἴδωλα, ὑμνοῦντες εἰς αἰῶνα, καὶ ὑπερυψοῦντες Θεὸν τὸν ἐν Τριάδι.
Θεοτοκίον.
Λάμψον, ὡς ἡλίου Θείου Μήτηρ, καὶ σῶσον υἱοῦ σου ποίμνην ἄχραντε, σκότεσι καθεύδουσαν, φθόνῳ κινδυνεύουσαν, καὶ τὴν εἰρήνην βράβευσον, τοῦ Παντοκράτορος, τὸν Κύριον καὶ γὰρ σαῖς ἀγκάλαις, ἔφερες Μαρία, πιστῶν ἡ σωτηρία.

ᾨδὴ θ΄. Ὁ Εἱρμός. Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι.
Ἄκουσον ἡμῶν, καὶ πρόφθασον Ἅγιε, πρὶν ἀπολώμεθα, πλάνη τῶν αἱρέσεων, ἀθέων νοῶν αἰσχροῖς κηρύγμασι, καὶ ζωηρὰν ἀναδεῖξαν τὴν νεολαίαν σου, ἵνα κράζῃ, χαίροις Μάρτυς ἔνδοξε, πολιοῦχε, προστάτα καὶ πρόμαχε.
Μίαν τὴν ἀρχήν, τῆς κόσμου ὑπάρξεως, μάρτυς ἐδίδαξας, εἶναι παντοκράτορα, ἀνθρώπων πλάστην, Θεὸν καὶ Κύριον ἐν οὐρανοῖς ὑπάρχοντα καὶ κυβερνῶντα, ἀεί, πάντα γῆς τὰ πέρατα, ὃν ὑμνούσιν ἀγγέλων συστήματα.
Πῶς σοι νῦν ἡμεῖς, ὁσίως ἐνέγκωμεν, ἔπαινον ἄξιον, δώροις σου ἀντίδωρον, ἀνθ᾿ ὧν πλουσίως, Μάρτυς ἐλάβομεν, θανατικὴς γὰρ ἔσωσας τὴν πόλιν ἅγιε, καταδίκης, καὶ χαρᾶς ἐπλήρωσας, οἴκους πάντων, διὸ σὲ γεραίρομεν.
Εὔκαιρον ἡμῖν, βοήθειαν βράβευσαν, Μάρτυς ἀοίδιμε, δέξαι δὲ θυμίαμα, ὁ σοι προσφερεῖ, λαός σου ἅγιε, παντοιοτρόπως σκέπεις γάρ, καὶ πρυτανεύεις αὐτῷ, τὴν εἰρήνην καὶ τὴν ἀγαλλίασιν, ὡς Θεοῦ μάννα βρέχων τοῖς πέρασι.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, τὰς τρίβους πανάμωμε, καὶ ταῖς εὐθείαις ὁδοῖς, ἔνταξον Θεοῦ ἡμῶν, ὅπως χωρῶμεν ἀεὶ σὺν Χάριτι, καὶ εὐχαρίστως ψάλλωμεν τῷ σῷ Υἱῷ καὶ Θεῷ, Δόξα Πάτερ, Λόγε τε σὺν Πνεύματι, τῷ ἁγίῳ, Τριὰς ὁμοούσιε.

Ἑξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Οὓς πάλαι τὴν τῶν εἰδώλων, μανίαν ἔλυσας Μάκαρ, δακρύων τῶν ἡμετέρων, ἔπαυσας Ἅγιε κρουνούς, χαρὰν τοῖς πᾶσι βραβεύων, καὶ σωτηρίαν τῇ πόλει.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.



Εἰς τοὺς Αἰνοὺς· Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τρία Στιχηρὰ προσόμοια, δευτεροῦντες τὸ πρῶτον. Ἦχος α´. Τῶν οὐρανίων Ταγμάτων.
Φιλιατρῶν πόλις χαῖρε, καὶ πανηγύριζε, τὴν μνήμην ἐκτελούσα, Χαραλάμπους τοῦ Θείου, αὐτὸς γὰρ ἔσωσέ σε, κινδύνων πολλῶν, καὶ σφαγὴν ἀπεσόβησε, παίδων σου πάλαι, καὶ νόσων παντοδαπῶν, ἰατρός σου ἀναδέδεικται.

Εὐγνωμονοῦντες ἀξίως, δεῦτε προσέλθωμεν, Θεῷ Παντοδυνάμῳ καὶ προσπέσωμεν πίστει, καρποὺς δὲ μετανοίας, ποιοῦντες αὐτῷ, δῶρον πάντες προσάξωμεν, ὅτι ἐν τούτοις ἀρέσκεται ὁ Θεός, ὁ ἐν ἁγίοις δοξαζόμενος.

Ἱερωσύνης τὴν Χάριν, ἔφερες ἅγιε, καὶ σεαυτὸν λατρείαν,
τῷ Χριστῷ προσενέγκας, ἀξίως παρεδρεύεις θρόνῳ Θεοῦ, ἱκεσίας ποιούμενος, ὑπὲρ ἡμῶν τῶν τιμώντων σὲ ἐκτενῶς, ὡς προστάτην καὶ πολύδωρον.

Δόξα. Ἦχος πλ. α´.
Δεῦτε φιλεόρτων τὸ σύστημα, σήμερον φαιδρῶς πανηγυρίσωμεν. Καὶ τὸν Ἱερομάρτυρα Χριστοῦ, Χαραλάμπην τὸν ἔνδοξον, ὕμνοις θεαρέστοις ἐπαινέσωμεν. Οὗτος γάρ, τῆς οἰκουμένης ἁπάσης, καὶ τῆς πόλεως ἡμῶν, εὐεργέτης πεφανέρωται, κινδύνων καὶ νόσων ἡμᾶς ἐκλυτρούμενος. Διὸ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν. Χαίροις ὁ τῶν θαυμασίων Χριστοῦ, κῆρυξ παμφαέστατος, ῥῦσαι, ἡμᾶς, τῶν χαλεπῶν περιστάσεων, καὶ φώτισον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν σε, Θεοτόκε Παρθένε καὶ δοξάζομεν σὲ οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη, καὶ ἀπόλυσις.













Εἰς τὴν Λειτουργίαν.

Τὰ τυπικὰ καὶ ἐκ τοῦ Κανόνος ἡ γ΄ καὶ στ΄ ᾨδή.
Προκείμενον· Ἦχος Βαρύς: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ...
Στίχος: Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου...
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (δ΄ 23-31).
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀπολυθέντες οἱ Ἀπόστολοι ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἰπόν. Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἰπόν· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ διὰ στόματος Δαυΐδ παιδός σου εἰπὼν· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ Βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἐχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, ποιήσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σοῦ μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου (Ι΄ 16-20, 28-31).
Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων, γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀπ.ὀκτείναι᾿ Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἐν ἐξ αὐτῶν οὑ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον. . .


ΝΕΚΤΑΡΙΟΣ ΜΑΜΑΛΟΥΓΚΟΣ http://www.nektarios.gr/