Σάββατο, 24 Οκτωβρίου 2009

ΟΚΤΩΒΡΙΟΥ 27!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 3η


ΟΚΤΩΒΡΙΟΥ 27!!
ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ 3η

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εὐσεβεία κοσμούμενος, καὶ ἠθῶν τῇ σεμνότητι, ἀθλητὴς περίδοξος ἐχρημάτισας, Χριστοῦ τοῦ πάντων δεσπόζοντος, λόγοις παιδευόμενος, πρὸς τὰ κρείττονα σοφῶς, Δημητρίου τοῦ μάρτυρος, Νέστορ ἔνδοξε, καὶ νομίμως ἀθλήσας ὡς καθεῖλες, τὸν ὑπέροφρυν Λυαῖον, μαρτυρικῶς ἐστεφάνωσαι.

Ἐν νεάζοντι σώματι, νοῦν θεόληπτον ἔσχηκας, καὶ γνώμην θεόφρονα καὶ ἀήττητον· ὅθεν τὰ ὅπλα τῆς πίστεως, στεῤῥῶς ἐνδυσάμενος, ὡς ἀνδρεῖος ἀριστεύς, πρὸς τὸ στάδιον ἔδραμες, καὶ τῷ δόρατι, τῆς Χριστοῦ ἐπικλήσεως καθεῖλες, τὸν ἀλάστορα Λυαῖον, καὶ τοὺς πιστοὺς Νέστορ εὔφρανας.

Θαρσαλέῳ φρονήματι, τὸν ἀγῶνα τὸν κάλλιστον, εὐσεβῶς τετέλεκας Νέστορ ἔνδοξε, καὶ ἐκτμηθεὶς τὸν αὐχένα σου, ὡς θύμα εὐπρόσδεκτον, καὶ τελεία προσφορά, καὶ ἀμώμητον σφάγιον, προσενήνεξαι, τῷ Σωτῆρι Χριστῷ καὶ Ἀθλοθέτῃ, καὶ αἱμάτων σου τοῖς ῥείθροις, τὴν Ἐκκλησίαν κατήρδευσας.

Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος.

Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας.



Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τῇ παμφαεῖ τοῦ Ἀθλοφόρου Δημητρίου πανηγύρει, ὡς ἀστὴρ λαμπρὸς συνανίσχει, ἡ σὴ ἐτήσιος μνήμη, Νέστορ Ἀθλητὰ μακάριε. Ὅθεν, ταύτην χαρμονικῶς ἑορτάζοντες, εὐφήμοις φωναῖς βοῶμέν σοι· Χαίροις, ὁ τῆς εὐσεβείας τὸ ἀήττητον κράτος, ἐν ἀσθενείᾳ φύσεως, τρανῶς τοῖς πᾶσιν ἐκφήνας, καὶ τὸν ἀλαζόνα ἐχθρὸν θριαμβεύσας· Χαίροις, ὁ νεότητος ἄνθος παριδών, καὶ ὑπὲρ Χριστοῦ τῆς ἀγάπης ἑκουσίως θανατωθείς· Χαίροις, τῆς ἀθανάτου ζωῆς φυτὸν ἀειθαλές, καὶ Θεσσαλονικέων πρεσβευτὴς πρὸς τὸν Κύριον. Ὅν, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν τιμῶντών σε.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε...

Εἴσοδος.
Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ Οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.
Στίχος: Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.
Στίχος: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Ὡς καλῶς ἀγωνισάμενος, τῆ ἄνωθεν προμηθείᾳ, ἀξίως δεδόξασαι, Νέστορ μακάριε. Τῇ γὰρ θείᾳ δυνάμει, πανταχόθεν περιφραχθείς, θεοπρεπῶς ἠνδραγάθησας, καὶ νίκης τρόπαιον περιφανές, κατὰ τῶν ἀντιπάλων ἤγειρας. Ὅθεν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὸν σὸν ἀγῶνα γεραίρει, καὶ ἡ Θεσσαλονικέων πόλις, καυχᾶται τῆ ἀθλήσει σου· ἥν φύλαττε διὰ παντός, ἐν εἰρήνῃ βαθείᾳ, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.


Ἦχος β΄.
Ὑπερφυῆ ἐπιδειξάμενος εὐτολμίαν, τὸ τοῦ ἐχθροῦ καταβέβληκας φρύαγμα, Νέστορ πανεύφημε. Δημητρίου γὰρ τοῦ Μάρτυρος, κραταιωθεὶς τῇ χάριτι, τὸν ἐν μεγέθει δυνάμεως, φρυαττόμενον ἀναιδῶς, Λυαῖον ἀνεῖλες, ὡς ὁ Δαβὶδ τὸν Γολιάθ, σθένει τῆς πίστεως, καὶ ἀνδρείᾳ ψυχῆς, καὶ τοῦ Χριστοῦ ὁμολογήσας τὸ ὄνομα, δι’ οὗ σωτηρία πᾶσι δίδοται, μαρτυρικῆς ἀναῤῥήσεως ἔτυχες, καὶ ἀϊδίων γερῶν, καὶ οὐρανίων ἐπάθλων, ὑπὲρ αὐτοῦ τὸ αἷμα ἐκχέας· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τῇ ἀγάπῃ πυρωθείς, τοῦ οὐρανίου βασιλέως Χριστοῦ, προθύμως ἐστρατεύθης αὐτῷ, πάντα ἀρνησάμενος, Νέστορ μακάριε, ὅθεν ἐν φρονήσει πολλῇ, καὶ περιουσίᾳ πίστεως, καὶ ἀπτοήτῳ φρονήματι, τοῦ ἐπιγείου βασιλέως, ἐπαγγελίας οὐκ ἔστερξας, οὐδὲ ἀπειλὰς κατέπτηξας, ἀλλ’ ἐν τῇ δοθείσῃ σοι ῥοπῆ, τὸν μὲν θεράποντα αὐτοῦ, Λυαῖον τὸν λυμεώνα ὤλεσας, τὸν δὲ ἀόρατον ἐχθρόν, Βελίαρ, ἀθλητικῇ ἐνστάσει καταβαλὼν ἐθριάμβευσας. Νομίμως γᾶρ ἠγώνισαι, ὑπὲρ τῆς δόξης Χριστοῦ, καὶ τὴν ἀνομίαν κατέκλυσας, τῇ ἐκχύσει τοῦ σοῦ αἵματος· δι’ οὗ ἡμῖν βράβευσον, τὴν ἀπ’ οὐρανοῦ ἀγαλλίασιν.

Ἦχος δ΄.
Νέος ὤν κομιδῇ, θεοπρεπῆ ἐπιδείξω ζῆλον, ἐν πρεσβυτικῇ Νέστορ Μάρτυς ἀήττητε, ὁ γὰρ ἔνδοξος ἀγών, Δημητρίου τοῦ μάκαρος, ὡς ἄνθραξ πυρός, τὴν καρδίαν σου ἐξέκαυσε, τὸ θανεῖν ὑπὲρ Χριστοῦ, ἵνα σὺν αὐτῶ ζήσῃς αἰώνια, ὅθεν ὡς ἄνθος μαραινόμενον, νεότητος ὥραν ἡγησάμενος, καὶ δόξας ἐπιγείους, καὶ τιμὰς καταλιπών, τῷ Σωτήρι ἠκολούθησας, καὶ μαρτυρικῶς αὐτὸν ἐδόξασας, ἔνθεν, τῆς αἰωνίου δόξης ἠξιώθης, ὡς Ἀθλητὴς περίδοξος, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῷν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Τοῦ μαρτυρίου τὸν δρόμον, τῇ ἀσφαλεῖ ὁδηγίᾳ, Δημητρίου τοῦ Μάρτυρος, ἀκλινῶς ἐβάδισας, Νέστρο Ἀθλητὰ τοῦ Χριστοῦ. Σεαυτὸν γὰρ ἀρνησάμενος, ὅλην τὴν ῥοπὴν τῆς καρδίας, τῷ Σωτῆρι δέδωκας. Καὶ τοῖς ἴχνεσιν Αὐτοῦ ἑπόμενος, τῷ οἰκείῳ αἵματι προσηνέχθης αὐτῷ, ὡς ἱερεῖον λογικόν, καὶ κάρπωμα ἔμψυχον, ἀθλητικῷ τέλει τυθείς. Καὶ νῦν πρέσβευε μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων....


Εἰς τὸν στίχον. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Ὅτε, ὠχυρώθης ταῖς εὐχαῖς, Νέστορ τοῦ κλεινοῦ Δημητρίου, ἀνενδοιάστῳ ψυχῇ, τότε χαίρων ἔδραμες ἐπὶ τὸ στάδιον, καὶ τῷ ξίφει τῆς πίστεως, Λυαῖον καθεῖλες, κράτει ἐπαιρόμενον, τῆς ματαιότητος, ὅθεν, τοὺς πιστοὺς εὐφροσύνης, ἔπλησας πολλῆς ἐπὶ τούτῳ, καὶ τοὺς ἀσεβεῖς Μάρτυς κατῄσχυνας.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Ὅτε, σεαυτὸν Χριστιανόν, ἔμαθεν ὁ ἄνομος ἄναξ, ὁμολογοῦντα τρανῶς, τότε ἀπεφήνατο θανατωθῆναί σε, ὡς Χριστοῦ δοῦλον γνήσιον, καὶ τῷ Δημητρίῳ ὄντα οἰκειότατον, Νέστορ μακάριε, ὅθεν ἐκτμηθεὶς τὸν αὐχένα, δήμοις τῶν Μαρτύρων συνήφθης, καὶ τῆς ὑπὲρ νοῦν δόξης ἠξίωσαι.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Ὅτε, μαρτυρίου τὴν ὁδόν, ἤνυσας προθύμῳ καρδίᾳ, Νέστορ μακάριε, τότε κατεσκήνωσας πρὸς δόξαν ἄφραστον, καὶ ἀφθάρτων ἠξίωσαι, ἐπάθλων ἀξίως, καὶ Ἀγγέλων σύσκηνος, ὤφθης περίδοξος, ὅθεν, σὺν αὐτοῖς ἐκδυσώπει, χάριν τε καὶ ἔλεος δοῦναι, Μάρτυς τοῖς γεραίρουσι τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶ οἰκείῳ σου αἵματι, τῷ ὑπὲρ Χριστοῦ ἐκχυθέντι, τὸν νοητὸν Φαραὼ κατεπόντισας, Νέστορ μακάριε, ἀνδρείως γὰρ παρέδωκας σαυτόν, πρὸς σφαγὴν ἑκούσιον, τὸν σὸν διδάσκαλον μιμούμενος, καὶ Ἀθλοθέτην καὶ Κύριον. Καὶ νῦν, τὴν τῶν πραέων γῆν κληρονομήσας, τῶν ἐπηγγελμένων ἀγαθῶν, κοινωνὸς γέγονας, ὧν καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητὴς εὐσεβείας ἀκαταγώνιστος, ὡς κοινωνὶς καὶ συνήθης τοῦ Δηητρίου ὀφθείς, ἠγωνίσω ἀνδρικῶς Νέστορ μακάριε. Τῇ θεϊκῇ γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών, ὡς ἄμωμον ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, τῷ Ἀθλοθέτῃ καὶ Θεῷ ἡμῶν.




Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν εὕρηκας, ὦ νεανία, θεῖον πρόμαχον, τὸν Μυροβλύτην, ἐν τῇ φρουρᾷ τῶν ἐθνῶν φυλαττόμενον. Τὴν γὰρ αὐτοῦ εὐλογίαν ἐκζήτησας, καὶ τὸν Λυαῖον ἀνδρείως ἐνίκησας. Νέστορ Ἅγιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...

Ἀπόλυσις.


































ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄστρον παμφαές, ἡ φωσφόρος σου μνήμη, ἀνέτειλεν ἡμῖν, Νέστορ Μάρτυς θεόφρον, ἀκτῖσι τῶν χαρίτων σου, τοὺς ῖστοὺς σελαγίζουσα, ἤν γεραίροντες, τὴν ἄθλησίν σου τιμῶμεν, μεγαλύνοντες, Χριστὸν τὸν πάντων Δεσπότην, τὸν σὲ μεγαλύναντα.
Θεοτοκίον.
Ὡς τέξασα Θεόν, ἑνωθέντα ἀφράστως, σαρκὶ τῆ καθ’ ἡμᾶς, διὰ σπλάγχνα ἐλέους, Ἁγνὴ Θεογεννήτρια, ὑπεράμωμε Δέσποινα, καθικέτευε, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ὡς ἄν εὕρωμεν, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, τὸ ἔλεος ἄφθονον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν δεξάμενος, τῆς εὐλογίας πιστῶς, ἐκ θείου πληρώματος, τοῦ Δημητρίο σοφέ, τελείῳ φρονήματι, ἔλυσας τοῦ Λυαίου, τὸ μαινόμενον κράτος, ἤθλησας δὲ νομίμως, δι’ ἀγάπην Κυρίου. Διό σε μακαρίζομεν, Νέστορ μακάριε.
Θεοτοκίον.
Παρθένε Θεόνυμφε, ἁμαρτωλῶν προσφυγή, καὶ κόσμου ἀντίληψις, καὶ τῶν πιστῶν ἀρωγή, καὶ πάντων βοήθεια, ῥῦσαί με τῆς μανίας, τοῦ δολίου Βελίαρ, κάθαρον τὴν ψυχήν ου, ἐννοιῶν ἀκαθάρτων. Πρὸς σὲ γὰρ καταφεύγω, σωτηρίαν αἰτούμενος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, τῇ παντευχίᾳ, καταβέβληκας, ἐχθρῶν μανίαν, ὁρατῶν καὶ ἀοράτων στεῤῥότατα, καὶ μαρτυρίου ἀνύσας τὸν δίαυλον, μαρτυρικῶς πρὸς Χριστὸν ἐξεδήμησας. Νέστορ ἔνδοξε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θείου Πνεύματος, τῆ ἐπελεύσει, τὸν Ὑπέρθεον, τέτοκας Λόγον, σαρκωθέντα ἐξ ἀχράντων αἱμάτων σου, διπλοῦν τὴν φύσιν Θεόν τε καὶ ἄνθρωπον, καὶ τὴν ὑπόστασιν ἕνα ὑπάρχοντα. Κόρη πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (κα΄, 12-19). Τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Δημητρίου.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...

Στίχος: Ἐλεῆμων, Ἐλέησόν με ὁ Θεός... Ἰδιόμελον. Ἦχος δ´.
Τυραννικὸν ἐκφαυλίσας θεάσος, ἀθλητικῆς εὐκλείας ἔτυχες, ὑπὲρ Χριστοῦ ἀποκτανθείς, Νέστορ ἀθλητὰ μακάριε, ὅθεν τῆς αἰωνίου ζωῆς, μέτοχος γέγονας, καὶ τῆς τῶν Ἀγγέλων χαρᾶς ἠξίωσαι, ὡς Ἀθλοφόρος ἀήττητος, πρεσβεύων Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Οἱ Κανόνες τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου Νέστορος ὁ παρών.

ᾨδὴ α' Ἦχος δ'. Ἅρματα Φαραὼ
Ἅρματι φλογερῷ, τῷ σῷ αἵματι Σοφέ, χαίρων ἐπιβέβηκας, καὶ πρὸς οὐράνιον ὕψος, ἔνθα Ἰησοῦς τὸ ἄχρονον φῶς, μετὰ χαρᾶς ἀνελήλυθας.
Θώρακα νοητόν, τὸν τῆς πίστεως σαυτῷ, Νέστορ περιθέμενος, καὶ τὸν Σταυρὸν ὡς δόρυ ἔχων ἐν χερσί, τὰς τοῦ ἐχθροῦ, στερρῶς συνέκοψας φάλαγγας.
Ζέσει τῆς τοῦ Χριστοῦ, κρατυνόμενος στοργῆς, ἔνδον εἰσεπήδησας, ἐν τῷ σταδίῳ καὶ πάσας, ἔλυσας Λυαίου μηχανάς, καὶ νίκης τρόπαιον ἔστησας.
Θεοτοκίον
Συνέλαβες ἐν γαστρί, τὸν συνάναρχον Πατρί, ἔτεκες ἀπείρανδρε, ὑπερφυῶς κατὰ σάρκα, μείνασα παρθένος ὄντως Ἁγνή· διὸ σε πάντες γεραίρομεν.

ᾨδὴ γ'. Ὁ στερεῶν βροντήν.
Δυναμωθεὶς τῷ κράτει τῆς ἰσχύος, τοῦ τοὺς μοχλοὺς συντρίψαντος, καὶ τὰς τοῦ ᾍδου πύλας, σπουδῇ εἰς τὸ στάδιον εἰσῆλθες, καὶ κραταιῶς συνέτριψας, ἐχθροῦ μηχανήματα.
Ὁ παλαιᾶς ἀπάτης ἀρχηγέτης, πρὸ τῶν ποδῶν σου ἥπλωται· νεανικῶς γὰρ πρὸς ἐκτομήν, προσεχώρησας τοῦ ξίφους, Νέστορ Μαρτύρων καύχημα· διὸ εὐφημοῦμέν σε.
Προκαταλύσας θράσος παρανόμων, Θεῷ θυσίαν ἔθυσας, Μάρτυς τὸ αἷμά σου ἀμοιβήν, ἱερὰν αὐτῷ παρέχων· διὸ σε ἀντημείψατο, πλουσίοις χαρίσμασι.
Θεοτοκίον
Τὴν ἐξ, Ἀδὰμ τοῦ γένους ἀμορφίαν, ἐπεισαχθεῖσαν βρώματι, κυοφορούμενος Ἰησοῦ, ἐν γαστρὶ τῆς Θεοτόκου, ὑπερφυῶς ἀνέπλασας, τὸ πρῶτον κάλλος δοὺς ἡμῖν.







Κάθισμα Ἦχος δ' . Ὁ ὑψωθεὶς
Οὐ κατεπλάγης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐδειλίασας σαρκὸς ἀλγηδόνας, ἀλλ' ἀπτοήτως ἔδραμες πρὸς πάλην Σοφέ, φέρων τὸ ὑπέρμαχον, τοῦ Σταυροῦ θεῖον ὅπλον· ὅθεν τὸν ἀλάστορα, παρευθὺς θανατώσας, ἐθανατώθης Νέστορ καὶ ζωῆς, κατηξιώθης Χριστῷ παριστάμενος.
Θεοτοκίον
Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου, σαρκικῶς· ὁ Θεός γάρ, ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ· ὃν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου.

ᾨδὴ δ'. Εἰσακήκοα ὁ Θεός.
Δημητρίου καταυγασθείς, ταῖς φωτοβόλοις διδασκαλίαις, τῆς Ἑλλήνων ματαιότητος, τὴν ἀχλὺν διέφυγες, καὶ μαρτυρίου φέγγος ἀπήστραψας.
Ἀπιστίας τὴν ἁλμυράν, ταράξας θάλασσαν γλυκασμῷ σου, τῆς νοστίμου Νέστορ πίστεως, ἀσεβῶν στρατεύματα, βυθῷ τῶν σῶν αἱμάτων ἀπέπνιξας.
Φυτευόμενον πρὸς ζωήν,ἐδείχθης δένδρον τῇ εὐκαρπίᾳ, διατρέφων τῶν ἀγώνων σου, τῶν πιστῶν τὸ πλήρωμα, Νέστορ Χριστοῦ Μαρτύρων τὸ καύχημα.
Θεοτοκίον
Καθαρτήριόν μοι γενοῦ, ἁμαρτημάτων, καὶ δὸς μοι χεῖρα, βοηθείας κινδυνεύοντι, Παναγία Δέσποινα, Χριστιανῶν βεβαία ἀντίληψις.

ᾨδὴ ε'. Ὄρθρον φαεινὸν ἡμῖν.
Λόγοις θείας γνώσεως, τὴν διάνοιαν καταρδευθείς, μαρτυρίου στάχυν ὥριμον, ἔνδοξε Νέστορ ἐβλάστησας.
Νόμοις τοῖς τῶν λόγων σου, ὦ Δημήτριε Μάρτυς τοῦ Χριστοῦ, ἀθεΐας τὸ ἀνόμημα, ὁ Νέστωρ τὸ μέγα κατέπαυσεν.
Ἐχθρὸν πρὸς ὁρώμενον, συμπλεκόμενος τὴν τοῦ Θεοῦ, ἀοράτως συμμαχίαν, ἐκέκτησο Νέστορ ἀοίδιμε.
Θεοτοκίον
Χαῖρε ἡ κυήσασα, τὸν Θεὸν ἄνευ σπορᾶς, χαῖρε μόνη Θεομῆτορ πανάχραντε, χαῖρε Νύμφη ἀνύμφευτε.







ᾨδὴ ς'. Ζάλη με λογισμῶν
Σφραγῖδι σημανθείς σου τὴν καρδίαν, γενναίως κατέτρωσας τῷ δόρατι τῆς ἀνδρείας, τὴν καρδίαν Λυαίου Ἀθλητά, καὶ χαίρων θανατοῦσαι, διὰ τὴν πάντων ζωήν.
Νυμφίος ἐκ παστάδος τῆς σαρκός σου, Νέστορ ἐκπεπόρευσαι, στολαῖς ταῖς ἐξυφανθείσαις, ἐξ αἱμάτων σου Μάρτυς ἱερῶν φαιδρῶς ὡραϊσμένος, καὶ τῷ Δεσπότῃ παρέστης Χριστῷ.
Ὑψώσας ἐπὶ πέτραν σοῦ τοὺς πόδας, εὐσεβείας ἔστησε, Χριστὸς τῆς ζωῆς ἡ πέτρα, καὶ κατεύθυνε Νέστορ πρὸς αὐτόν, τὰ διαβήματά σου, καὶ τοὺς ἐχθρούς σου κατῄσχυνε.
Θεοτοκίον
Ῥῆξον μου τὰς σειρὰς τῶν ἐγκλημάτων, ἡ Θεὸν κυήσασα, τὸν αἴροντα τὴν τοῦ κοσμου ἁμαρτίαν, Παρθένε Μαριάμ· ἐν σοὶ γὰρ τὰς ἐλπίδας, τῆς σωτηρίας ἀνέθηκα.

Κοντάκιον Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος, σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.
Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος Νέστορος.
Στίχοι:
Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης,
Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους.
Εἰκάδι ἑβδόμῃ ἀπόκερσαν Νέστορα κεδνόν.
Οὗτος κομιδῆ νέος ὢν καὶ ὡραῖος, καὶ γνωστὸς ὢν τῷ Μεγαλομάρτυρι Δημητρίῳ, προσδραμὼν ἐν ᾧ ἐφυλάττετο τόπῳ, πεσὼν πρὸς τοὺς πόδας αὐτοῦ· «Δοῦλε τοῦ Θεοῦ, ἔφη, βούλομαι τῷ Λυαίῳ μονομαχῆσαι, καὶ εὖξαί μοι, τὸν Χριστὸν ὀνομάσας». Ὁ δὲ Ἅγιος, σφραγίσας αὐτὸν τῷ τιμίῳ Σταυρῷ, εἶπε· «Καὶ τὸν Λυαῖον νικήσεις καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσεις». Ἐλθὼν οὖν ἐν τῷ σταδίῳ, θεωροῦντος τοῦ Μαξιμιανοῦ καὶ εἰπὼν «Ὁ Θεὸς Δημητρίου βοήθει μοι», συμπλακεὶς τῷ παλαμναίῳ Λυαίῳ ἐκείνῳ, καὶ καρίαν βαλὼν κατὰ τῆς καρδίας, ἀνῄρηκε, καὶ τῷ βασιλεῖ ψυχικὴν περιεποιήσατο σύγχυσιν· καὶ αὐτίκα τὸν μὲν ἅγιον Δημήτριον προσέταξε λόγχαις τρωθῆναι, ὡς αἴτιον τῆς σφαγῆς τοῦ Λυαίου· τὸν δὲ ἅγιον Νέστορα τῷ ἰδίῳ ξίφει ἀναιρεθῆναι.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, Καπιτωλίνης καὶ Ἐρωτηΐδος.
Στίχοι.
Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος τῆς ἀληθοῦς Κυρίας.
Αὗται ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, καὶ Ζιλικινθίου ἄρχοντος Καππαδοκίας· καὶ ἡ μὲν Καπιτωλίνη, εὐγενὴς ὑπάρχουσα καὶ πλουσία, πάντα τὰ προσόντα αὐτῇ πτωχοῖς διανείμασα καὶ τοὺς οἰκέτας ἐλευθερίᾳ τιμήσασα, παῤῥησιάζεται πρὸς τὸν ἄρχοντα· καὶ τῇ εἱρκτῇ ἐγκλεισθεῖσα, ἕωθεν τὴν διὰ ξίφους τιμωρίαν ὑπέστη. Ἡ δὲ Ἐρωτηΐς, ἡ καὶ δούλη τῆς Ἁγίας, ἐπεὶ καὶ λίθοις τὸν ἔπαρχον ἔβαλε, ῥάβδοις τύπτεται. Ὡς δὲ Χριστοῦ χάριτι ἔμεινεν ἀβλαβής, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι.
Ὁ Κυριακὸς ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου.
Στίχοι.
Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.
Διήγησις περὶ τῶν Ἰβήρων, ὅπως ἦλθον εἰς θεογνωσίαν.
Στίχοι.
Ἔργον μέγιστον εἰργάσω, σεμνὴ γύναι, Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον.
Ἐν ταῖς ἡμέραις Κωνσταντίνου τοῦ ἐν Ἁγίοις βασιλέως τοῦ μεγάλου, γυνή τις ἀπαχθεῖσα εἰς τοὺς Ἴβηρας, ἄκρως τὴν ἀσκητικὴν ἀγωγὴν παιδιόθεν ἐκπαιδευθεῖσα καὶ αἰχμάλωτος γενομένη, τῶν αὐτῶν εἴχετο πόνων. Καὶ ἐπεὶ τῆς ἰατρικῆς ἐπιστήμης οἱ Ἴβηρες πάμπαν σπανίζοντες, πρὸς ἀλλήλους φοιτᾶν εἰώθασιν, ὡς ἀπὸ πείρας ἐπιζητοῦντες ἐπὶ τοῖς συμβαίνουσι νοσήμασι τὸν τρόπον τῆς ὑγείας, ἀφίκετό τις γυνὴ πρὸς τὸ ἀξιέπαινον γύναιον, παιδίον νόσου δεινῇ μάστιγι πιεζόμενον ἐπιφερομένη, τὸ πρακτέον τάχα ζητοῦσα μαθεῖν. Ἡ οὖν αἰχμάλωτος τοῦτο λαβοῦσα καὶ ἀνακλίνασα, προσηύξατο λυθῆναι τοῦ παιδαρίου τὴν νόσον. Ἤκουσεν ὁ τὰ κρυπτὰ τῶν καρδιῶν εἰδὼς καὶ παρέσχε μὴ μελήσας τὴν ὑγείαν.
Ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλητος γέγονε, ὡς καὶ εἰς ὦτα τῆς τοῦ βασιλέως συζύγου διελθεῖν τὸ γενόμενον· ἥτις καὶ παραυτίκα ταύτην μετεπέμψατο· (κατείχετο γὰρ καὶ αὐτὴ χαλεπῷ πάθει)· ἡ δὲ μετριοφρονοῦσα γυνή, ἀναξίαν ἑαυτὴν κρίνουσα πρὸς τὴν Βασιλίδα ἀφικέσθαι, καταπειθὴς οὐκ ἦν. Ἀλλ᾿ ἡ βασίλισσα, τὸ τῆς βασιλείας ἐπηρμένον εἰς οὐδὲν λογισαμένη, πρὸς τὴν δορυάλωτον ἔδραμεν. Ἡ δὲ καὶ ταύτην τὴν βασίλισσαν πρὸς τὴν πανευτελῆ ταύτης κλίνην κατακλίνασα, ἐν ᾗ καὶ τὸ παιδάριον, φάρμακον τοῦ πάθους ἀλεξίκακον, τὴν προσευχὴν προσενήνοχεν. Ἡ δὲ βασίλισσα, τοῦ πάθους ἀπαλλαγεῖσα, χρυσὸν καὶ ἄργυρον, καὶ χιτῶνας καὶ ἕτερα οὐκ ὀλίγα ἐδίδου, ὅσα τῆς βασιλικῆς φιλοτιμίας, ἀμειβομένη τὴν οὕτω ταχέως καὶ κεχαρισμένως τὸ πάθος διώξασαν. Ἀλλ᾿ ἡ θεία ἐκείνη γυνή, τούτων μὴ χρείαν κεκτῆσθαι, ἔλεγε, μισθὸν δὲ μέγαν ἡγεῖσθαι τὴν τῆς εὐσεβείας ἐπίγνωσιν· καὶ τῷ ἀπαλλάξαντι τοῦ πάθους καὶ σεσωκότι Θεῷ παρηγγυᾶτο ναὸν ἀνεγεῖραι.
Τούτων ἐκείνη ἀκούσασα, κατέλαβε τὰ βασίλεια· καὶ τὸν μὲν βασιλέα ἐξέπληξε τῷ παραδόξῳ τῆς ἰάσεως· διηγεῖτο δὲ καὶ τὸν τρόπον καὶ διεβεβαίου τὸν τῆς αἰχμαλώτου Θεόν, τοῦτον εἶναι κυρίως καὶ ἀληθῶς Θεόν· καὶ ναὸν δείμασθαι προσῆκον διὰ τάχους ἐστὶ καὶ τὸ ὅλον ἔθνος εἰς τὴν τοῦτου θεραπείαν μεταθῆναι. Ὁ δέ, τὸ μὲν θαῦμα ἐξεπλήττετο, ναὸν δὲ δείμασθαι οὐκ ἤθελεν.
Ὀλίγου δὲ διελθόντος χρόνου, εἰς θήραν ἐξελθών, οἱ μὲν σὺν αὐτῷ θηρεύοντες, ἀκωλύτως ἐθήρευον· οὗτος δὲ μόνος ὁ βασιλεὺς ὑπολειφθείς, τοῖς τῆς ἀορασίας κατεσχέθη δεσμοῖς. Ἐν ἀπορίᾳ οὖν γενόμενος καὶ εἰς νοῦν τὴν ἀπείθειαν λαβών, τὸν τῆς αἰχμαλώτου Θεὸν ἐπικαλεσάμενος εἰς ἐπικουρίαν, ἀπηλλάγη τῆς νόσου· καὶ τὴν ἀξιάγαστον δορυάλωτον καταλαβών, ὑποδεῖξαι αὐτῷ τὸ σχῆμα τῆς οἰκοδομῆς ἠντιβόλει· καὶ ἡ μὲν διέγραφεν, οἱ δὲ τοῦ βασιλέως ᾠκοδόμουν.
Ἐπεὶ δὲ καὶ πέρας ὁ ναὸς εἴληφε καὶ ὁ ὄροφος ἐπετέθη, καὶ μόνον ἐδεῖτο τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ θαυμαστὴ γυνή. Ἔπεισε γὰρ τὸν τοῦ ἔθνους Ἰβήρων Ἡγούμενον, πρὸς τὸν τῶν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα καὶ αἰτήσασθαι σταλῆναι διδάσκαλον εὐσεβείας. Ὁ μὲν οὖν δεξάμενος τὴν εἰσήγησιν, τοὺς πρεσβευσομένους ἐξέπεμψεν. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος, τὴν αἰτίαν μαθών, τοὺς πρεσβευτὰς φιλοφρόνως δεξάμενος, τῷ Θεῷ ηὐχαρίστησεν. Ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον, κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε, μετὰ δώρων ὅτι μάλιστα πλείστων· ὃς καὶ ἀπελθών, θαύμασι καὶ διδασκαλίαις, πρὸς τὴν ἀκραιφνῆ τῶν χριστιανῶν πίστιν πάντας ἑλκύσας καὶ βαπτίσας καὶ ἱεροὺς ναοὺς διαφόρους ἐγείρας καὶ ἱερεῖς χρίσας καὶ πᾶσαν τὴν τῶν Ἰβήρων χώραν εἰς θεογνωσίαν μετενεγκών, ἀπῆλθε πρὸς Κύριον. Οὗτος ὁ τρόπος τῆς τῶν Ἰβήρων πρὸς Θεὸν ἐπιγνώσεως.

Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαβριανοῦ καὶ Βαλεντίνου.

Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νέστορος τοῦ χρονογράφου, τοῦ ἐν τῶ Σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ
Ὁ καταυγάσας τῶν πιστῶν τὰς καρδίας, ἀκτῖσι τῶν ἀγώνων τοῦ, Ἀθλοφόρου, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τῆς ἀσεβείας κατασβέσας τὴν φλογα, τῇ δρόσῳ τῶν αἱμάτων σου Μάρτυς Νέστορ, Εὐλόγητός εἶ μέλπεις νῦν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θυσία ζώσα εἰς ὀσμὴν εὐωδίας, Κυρίῳ προσαγόμενος Μάρτυς Νέστορ, Εὐλογητὸς εἶ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἁγιωτέρα Χερουβὶμ ἀνεδείχθης, τεκοῦσα ὑπεράγιον Θεὸν Λόγον, Ὑπεραγία Δέσποινα, τὸν ἡμᾶς ἁγιάζοντα.

ᾨδὴ η'. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν ὑπὲρ Χριστοῦ, οἱ οὐρανοὶ δὲ τὴν ψυχήν, ὥσπερ νύμφην ὡραϊσμένην, Μαρτύρων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ πνεύματα, ἐν ἀγαλλιάσει, ὑπήντησάν σοι Μάρτυς.
Ὢ ψυχῆς σου θεοφιλοῦς, τὸν θάνατον τὸν πρόσκαιρον, οὐδὲν ἡγησαμένης, τὸ δὲ ζῆν ἐν Κυρίῳ ἐκλεξαμένης! ὢ θείας ἀνδρείας, ἐχθρῶν κραταιότητα, τῶν μὴ ὁμολογούντων Χριστὸν στηλιτευσάσης!
Τὸν ἀγῶνά σου τὸν καλόν, ἠγώνισαι τὸν δρόμον ἀληθῶς, Νέστορ τετέλεκας σοφέ, καὶ τετήρηκάς σου τὴν πίστιν· λοιπὸν σοι τὸ στέφος, τὸ τῆς δικαιοσύνης ἀπόκειται, ὅπερ παρέξει Χριστὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Οὐ πτοοῦμαι τοῦ δυσμενοῦς, τὰ θήρατρα σὲ ἔχων βοηθόν, οὐ φοβηθήσομαι κακά, σοὶ προστρέχων Θεοκυῆτορ· ἐν σοὶ γὰρ καυχῶμαι, καὶ ἐν σοὶ ὑπερβήσομαι Πάναγνε, τεῖχος ἁμαρτίας σωθεὶς τῇ σῇ πρεσβείᾳ.

ᾨδὴ θ'. Ὅτι ἐποίησέ μοι μεγαλεῖα
Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν, φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε.
Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε.
Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, καὶ δόξης ἀπολαύνων τῆς αὐτοῦ, τῶν τελούντων σου πιστῶς, Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.
Θεοτοκίον
Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν, τῆς πάλαι ἀγνωσίας ἀληθῶς, ἁγιάσματος σκηνή, χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.


Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.
Θεοτοκίον
Συνήθως τὰ ἐλέη σου, φιλάγαθε πανύμνητε, καὶ τοὺς πολλοὺς οἰκτιρμούς σου, δεῖξον καὶ νῦν Θεοτόκε, ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, πάντας ἡμᾶς ἐξαίρουσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, τῆς φοβερᾶς λυτρουμένη.

Εἰς τοὺς αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Δημητρίου τῷ λόγῳ καὶ τῶ χαρίσματι, τὴν θείαν πανοπλίαν, ἐνδυσάμενος πίστει, ἐχώρησας ἀνδρείως Νέστορ σοφέ, πρὸς ἀγῶνα τὸν μέγιστον, καὶ καθελὼν τὸν Λυαῖον τὸν δυσμενῆ, τὸν Χριστὸν λαμπρῶς ἐδόξασας.

Τῆς ἀσεβείας τὸ κράτος αἰσχύνης ἔπλησας, τὸν δυσσεβῆ Λυαῖον, θανατώσας ἀνδρείως, Χριστοῦ τῇ ἐπικλήσει Νέστορ σοφέ, καὶ πιστοὺς πάντας εὔφρανας, τῇ καρτερᾷ σου ἀθλήσει δι’ ἧς Χριστόν, τὸν Σωτῆρα ἐμεγάλυνας.

Ἀποτμηθεὶς τὸν αὐχένα Νέστορ μακάριε, ἀπέτεμες τῆς πλάνης, τὴν ὀφρὺν καὶ τὸ θράσος, καὶ ἤρδευσας καρδίας τὰς τῶν πιστῶν, ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τῆς εὐσεβείας τὴν χάριν καρποφορεῖν, καὶ ἀγάπης τὴν τελείωσιν.

Τοῦ μαρτυρίου τῆ δόξῃ ἀγλαϊζόμενος, καὶ σὺν τῷ Δημητρίῳ, οἷα τούτῳ οἰκεῖος, τῆς θείας ἀπολαύων Νέστορ χαρᾶς, σὺν αὐτῷ καθικέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων σου εὐλαβῶς, τὴν ἁγίαν μνήμην Ἅγιε.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς εὐσεβείας τὸ σθένος, ἐν τῇ ψυχῇ θησαυρίσας, κόσμον καὶ κοσμοκράτορα ἐνίκησας, ἐν νίκῃ περιφανεῖ, ὡ ς ἔφη ὁ Σωτήρ, ἐν τῇ τοῦ Λυαίου γὰρ καταλύσει, τὸν νοητὸν ἐχθρὸν καταβέβληκας, τὸν καθ’ ἡμῶν ὡς λέοντα ὠρυόμενον, ὁμολογίᾳ τῆς πίστεως, καὶ ἀθλητικῇ ἐνστάσει Νέστορ πανεύφημε, ὅθεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, μαρτυρικῷ ἐκοσμήθης διαδήματι, ὡς Μάρτυς καλλίνικος, καὶ τῆς παρ’ αὐτῶ δόξης ἠξίωσαι. ᾯ πρέσβευε ἀπαύστως, δοῦναι ἱλασμὸν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε...

Εἰς τὴν Λειτουργίαν.

Τὰ τυπικά. Οἱ Μακαρισμοί. Καὶ ἐκ τῶν κανόνων ἡ Γ᾿ καὶ ἡ ΣΤ Ὠδή.
Ἀπόστολον τῆς κζ΄ Κυριακῆς. Εὐαγγέλιον τὸ τοῦ Ἁγ. Δημητρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάρια.
Σθένος ἐζωσμένος ὑπερφυές, νικητὴς ἐγένου, ἐν ἀγῶσι Νέστορ σοφέ, ὅθεν ἀκηράτων, γερῶν ἠξιωμένος, μετὰ τοῦ Δημητρίου, ἡμῶν μνημόνευε.
Χαίροις Ἀθλοφόρε Χριστοῦ στεῤῥέ, ὁ κατανικήσας, τὸν Λυαῖον τὸν δυσμενῆ, χαίροις ὁ αἰσχύνας, τὸν δόλιον Βελίαρ, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, Νέστορ μακάριε.
Νέος μὲν τῷ σώματι κομιδῇ, πέλων Ἀθλοφόρε, καὶ ἀήττητος τῇ ψυχῇ, ἔλυσας τῆς πλάνης, τὸ κράτος καὶ τὸ θράσος, Σταυροῦ τῇ πανοπλίᾳ Νέστορ πανόλβιε.
Ἔδραμες ὦ Νέστορ πίστει θερμῇ, τῷ ἐγκεκλεισμένῳ Δημητρίῳ ἐν τῇ φρουρᾷ, καὶ τὴν εὐλογίαν, αὐτοῦ λαβὼν πλουσίαν, καθεῖλες τὸν Λυαῖον, καὶ χαίρων ἤθλησας.
Χαίροις εὐσεβείας ἄνθος σεπτόν, καὶ Θεσσαλονίκης ἐγκαλλώπισμα εὐκλεές. Χαίροις Δημητρίου, τοῦ θείου Μυροβλύτου, οἰκεῖος μαθητής τε, Νέστορ ἀήττητε.
Ξίφει ὁ τμηθείς σου τὴν κεφαλήν, ὑπὲρ τῆς ἀγάπης, τοῦ Σωτῆρος τῆς κραταιᾶς, τούτῳ προσηνέχθης, ὡς θεῖον ἱερεῖον, καὶ παρ’ αὐτοῦ ἀξίως Νέστορ δεδόξασαι.
Σὺν τῷ Δημητρίῳ τῷ θαυμαστῷ, πρέσβευε ἀπαύστως τῷ Παντάνακτι καὶ Θεῷ, Νέστορ Ἀθλοφόρε, πάσης ῥυσθῆναι βλάβης, τοὺς εὐλαβῶς τελοῦντας τὴν θείαν μνήμην σου.