Τρίτη, 23 Φεβρουαρίου 2010

ΜΑΡΤΙΟΥ 19. ΧΡΥΣΑΝΘΟΥ & ΔΑΡΕΙΑΣ ΜΑΡΤΥΡΩΝ ΠΑΡΑΚΛΗΣΙΣ



ΜΑΡΤΙΟΥ 19.


ΧΡΥΣΑΝΘΟΥ & ΔΑΡΕΙΑΣ ΜΑΡΤΥΡΩΝ


ΠΑΡΑΚΛΗΣΙΣ



Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr




Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν ἑξῆς ψαλμόν: Ψαλμὸς ΡΜΒ΄


Εἶτα ψάλλομεν. Ἦχος δ´. Θεὸς Κύριος...


Εἶτα τὰ παρόντα Τροπάρια. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ὥς στρατιώτην τοῦ Χριστοῦ γενναιότατον, καὶ νικηφόρον οἱ πιστοὶ ἐννομώτατον, σὲ εὐφημοῦμεν ἅπαντες μαρτύρων καλλονή, Χρύσανθε μακάριε, σὺν τῇ θείᾳ Δαρείᾳ· ὅθεν μακαρίζεσθε, εἰς αἰῶνας αἰώνων. Μὴ διαλείπετε Μάρτυρες Χριστοῦ, Αὐτῷ πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Δόξα. Ὅμοιον.


Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ ἱκετεύσωμεν, καὶ τῇ θερμῇ αὐτῶν πρεσβείᾳ αἰτήσωμεν, κράζοντες καὶ λέγοντες ἐκ βάθους ψυχῆς· Χρύσανθε μακάριε καὶ θεόφρον Δαρεία, πάσης βλάβης ῥύσασθε, πειρασμῶν καὶ κινδύνων, καὶ πάσης ἄλλης ἀπειλῆς, ὅπως ἀπαύστως, ὑμᾶς μακαρίζομεν.


Καὶ νῦν, Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξίοι, εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Εὐθὺς ἀναγινώσκομεν τὸν Ν΄ ψαλμόν.



Καὶ ἀρχόμεθα τοῦ Κανόνος.


ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας.


Δεινῆς ἀσθενείας κυριευθείς, Κύριε τῆς Δόξης, Ἐπουράνιε Βασιλεῦ, ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, τὸν σὸν ἱκέτην οἰκτήρισον Εὔσπλαγχνε.


Οὐρανῶν Βασιλείας σὺ Ἐραστής, ἐγένου παμμάκαρ, δυσωπῶ σε νῦν ἐκτενῶς· παθῶν καὶ κινδύνων λύτρωσαί με, καὶ θείου ἐρωτος ἔμπλησον δέομαι.


Πρόσχες οὐρανόθεν τὰς ἐκτενεῖς, πάντων ἡμῶν δεήσεις, καὶ ἐνώτισε ἀθλητά, φωνὰς τῶν ἐν πίστει προσιόντων, Χρύσανθε μάρτυς καὶ δὸς τὰ αἰτήματα.


Θεοτοκίον.


Ἐλπίδα σὲ ἔχοντες πρὸς Θεόν, Ἄχραντε Παρθένε, διαφυλάττε τῶν δεινῶν, καὶ οἴκτειρον Κόρη τοὺς σοὺς δούλους, ἡ τὸν Θεὸν ἐν γαστρὶ σου χωρήσασα.


ᾨδὴ γ´. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.


Θεαρέστως βιώσας, καὶ πρὸς τὸ μαρτύριον, ἅπαντα φόβον ἀποῤῥίψας, χαίρων προσεχώρησας, σὺν τῇ συνάθλῳ τῇ σῇ, νῦν δὲ αὐτῇ συναγάλλει, καὶ τῆς αἰωνίου χαρᾶς ἀπολαύετε.


Ἔχοντες σε προστάτην, πρὸς τὸν Θεὸν Χρύσανθε, πᾶσιν ἐδείχθης ἀντιλήπτωρ, τῇ μεσιτείᾳ σου, σὺν τῇ Δαρείᾳ σοφέ, τῶν ἀθλοφόρων τὸ κλέος, παθῶν καὶ νόσων ἁπάλαττε πάντοτε.


Πατρικῆς ἀσεβείας, καταφρονῶν ἠθλησας, καὶ τῆς ἀληθείας ἐδείχθης, στῦλος ἀκλόνητος, ἐν τῇ ἰσχύῃ Χριστοῦ, καὶ τὴν Δαρείαν ἑλκύσας, αἰωνίως τέρπεσθε εἰς τὸν Παράδεισον.


Θεοτοκίον.


Παναγία Παρθένε, τὸν Λυτρωτὴν τέξασα, λύτρωσον παθῶν καὶ κινδύνων, τοὺς σοι προστρέχοντας, καὶ ἀνυμνοῦντας θερμῶς, θεοκυήτωρ Μαρία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.


Διάσωσον, ἡ τῶν σεπτῶν ἀθλοφόρων δυὰς ἁγία, ἐκ παντοίων ἀσθενειῶν τε καὶ θλίψεων, τοὺς εὐλαβῶς ἀνυμνοῦντας σὰς ἀριστείας.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Τὸ κάθισμα. Ἦχος δ´. Τὰ ἄνω ζητῶν.


Δοθεῖσαν σοφὲ Δαρείαν εἰς τὰ πεῖσαί σε, σὺ ἔπεισας αὐτὴν τὸ ψεῦδος ἀποῤῥίψασθαι. Ἐκτενῶς οὖν βοῶμεν ὑμῖν· μάρτυρες πανόλβιοι προφθάσατε, καὶ ἐκ κινδύνων ῥύσασθε ἡμᾶς, τοὺς πόθῳ ὑμῶν τὴν μνήμην ἑορτάζοντας.



ᾨδὴ δ´. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.


Ὡς ἀστέρες πολύφωτοι, ὤφθητε ἐν μέσῳ σταδίου ἔνδοξοι, καὶ ἡμᾶς νῦν καταλάμπετε, μάρτυρες Κυρίου ἀξιάγαστοι.


Ταῖς τῶν θείων ῥημάτων σου, ἴθυνας πρὸς τρίβον μάκαρ ἀθλήσεως, τὴν σὴν σύναθλον πολύαθλε, ὅθεν ἐπαξίως ἐπαγάλλεσθε.


Ἡ σορὸς τῶν λειψάνων σου, βρύει ἰαμάτων τὴν χάριν ἔνδοξε, καὶ ψυχῶν παύει τὰ κύματα, ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος.


Θεοτοκίον.


Φοβεροῖς ἁμαρτήμασι, τὴν ψυχὴν μολύνας οἴμοι ὁ δείλαιος, τῇ σῇ σκέπῃ Παναμώμητε, καταφεύγω λύσιν ἐξαιτούμενος.



ᾨδὴ ε´. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.


Δίωξον πληθύν, τῶν δαιμόνων ὑπερθαύμαστε, τὴν ἀθλίως ἀπειλοῦσάν μου ψυχήν, τῇ θερμῇ σου προστασία καταφεύγοντα.


Χρύσανθε σεπτέ, σὺν Δαρείᾳ τῇ θεόφρονι, τοῖς αἰτοῦσιν ὑμῖν θείαν ἀρωγήν, εἰς τὸν Κύριον μὴ παύσητε πρεσβεύοντες.


Ἔμπλησον ἡμᾶς, φωτισμοῦ καὶ θείας χάριτος, τῶν μαρτύρων ἡ ἁγία ξυνωρίς, τοὺς αἰτοῦντας τὴν θερμὴν ὑμῶν ἀντίληψιν.


Θεοτοκίον.


Πάναγνε ἡμᾶς, ταῖς πρεσβείαις σου διάσωσον, τῶν πταισμάτων ἁπαλλάτουσα ἡμᾶς, καὶ πρὸς ὅρμον γαληνὸν ἐνλιμενίζουσα.



ᾨδὴ στ´. Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.


Ἐφρύαξεν, ἐπ᾿ ἐμὲ ὁ δόλιος, καὶ ἀρχέκακος σατᾶν ὁ πανοῦργος. Καὶ τὰ πυρφόρα αὐτοῦ τόξα καὶ βέλη, νῦν κατ᾿ ἐμοῦ μανικῶς ἐξετόξευσε, ὑμῶν τῷ ξίφει πρεσβειῶν, κατατροπώσατε ἅγιοι μάρτυρες.


Ἐκύκλωσαν, ἀντιπάλων τὰ στίφη, ὥσπερ ἄγρια θηρία καὶ τρέμω, νυχθημερῶν, πολεμοῦντές με λύσσῃ, ἀνιλεῶς κατεσθίεια με θέλουσι, πρόφθασον θείᾳ ξυνωρίς, καὶ ἐκ τούτων ἁπάντων διάσωσον.


Καταιγὶς νῦν, ἐφ᾿ ἡμᾶς κατέπνευσεν, ἀθυμίας πικροτάτης καὶ ζάλης, παραχωρήσῃ θεία Κυρίου, κατατιτρώσκουσα ἄλγη δισίατα, τὴν ταπεινὴν ἡμῶν ψυχήν, θεραπεύσατε τάχος ὡς μάρτυρες.


Θεοτοκίον.


Ἁγίων, ἁγιωτέρα ἐδείχθης, ὑπερύμνητε ἁγία Παρθένε, τῷ Βασιλεῖ δὲ τῶν αἰώνων πρεσβεύεις, ἵνα ἁγίως τὸν βίον διέλθωμεν, ὅπως παράσχῃ καὶ ἡμῖν, ὁ Σωτὴρ καὶ ὁ Υἱός Σου τὴν ἄφεσιν.


Διάσωσον, ἡ τῶν σεπτῶν ἀθλοφόρων δυὰς ἁγία, ἐκ παντοίων ἀσθενειῶν τε καὶ θλίψεων, τοὺς εὐλαβῶς ἀνυμνοῦντας σὰς ἀριστείας.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Κοντάκιον. Ἦχος β´.


Προστάται θερμοὶ ἐδείχθητε μακάριοι, παῤῥησίαν πρὸς τὸν Λυτρωτὴν ἡμῶν ἔχοντες, ὅτι γενναίως ἀγωνισάμενοι, ἐγκρατείᾳ καὶ πίστει, στεφάνους τοῦ μαρτυρίου ἐλάβετε. Χρύσανθε καὶ Δαρεία ἀοίδιμοι· πρεσβεύσατε ὅθεν τῷ Χριστῷ, σωθῆναι τοὺς πίστει, ὑμᾶς ἑορτάζοντας.



Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.


Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.



Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. κα΄, 12-20


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φύλακας, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου, ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἡ οὑ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται, ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.



Δόξα. Ἦχος β´: Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.



Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλεῆμων, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Χρύσανθε μακάριε, δεδουλωμένον με ὄντα, δυνοῖς ἀτοπήμασι, πρὸς τὴν ὑπερθαύμαστον προστασίαν σου, καὶ θερμὴν δέησιν, ἀοίδιμε μάκαρ, πρὸς σὲ σπεύδω ὁ ἀνάξιος· κακῶν με λύτρωσαι, τῶν ἁμαρτημάτων καὶ θλίψεων, καὶ σῶσόν με πρεσβείαις σου, τῶν δαιμονικῶν ἐπιδράσεων, ἵνα σὲ γεραίρω, καὶ πίστει ἑορτάζω καὶ τιμῶ, τὴν παναγίαν σου ἄθλησιν, μετὰ τῆς συνάθλου σου.



ᾨδὴ ζ´. Ὁ Εἱρμός. Ἐκ τῆς Ἰουδαίας.


Δαρεία ἡ θεόφρον, σὺν τῷ θείῳ Χρυσάνθῳ κατηγωνίσαντο, ἔναντι τῶν τυράννων, καὶ ἔλαβον τῆς νίκης, τὰ ἄφθαρτα στέφανα, ὑπὲρ ἡμῶν νῦν ἐκτενῶς, ἀεὶ ἐκδυσωποῦσι.


Τὶς δύναται ἐξείπει, μαρτυρίου τοὺς ἄθλους, καὶ τὰ παλαίσματα, ὢ μάρτυρες Κυρίου, Χρύσανθε καὶ Δαρεία, ἃ ἀνδρείως ἐκτελέσατε, ἐν τῇ δυνάμῃ Χριστοῦ, πίστιν ἡμῶν φρουροῦντες.


Τῆς φύσεως λαθόντες, τῇ Χριστοῦ ἀγαπήσῃ, προετιμήσατε, συνεδεθῆναι μᾶλλον, καὶ λάκκου καταχώσῃ, οὐκ ἐπτοήθητε ἅγιοι, εἰς οὐρανίους μονάς, ἀγάλλεσθ᾿ αἰωνίως.


Θεοτοκίον.


Χρωτός μου ἀσθενείας, καὶ ψυχῆς ἀῤῥώστίας, θεοχαρίτωτε, τὸν πίστει προσελθόντα, τῇ σκέπῃ σου ἐκ πόθου, ὑγιαίνειν ἀξίωσον, μόνη βοήθεια ἡμῶν, τῶν Σ᾿ ἐπικαλουμένων.



ᾨδὴ η΄. Τὸν Βασιλέα.


Χρύσανθε μάρτυς, τὸν ἀρχέκακον ὄφιν, ἐταπείνωσας εἰς γῆν καὶ ἐδείχθης, ἀήττητος τῶν τούτου, δεινῶν ἐφευρημάτων.


Μὴ παραβλέψῃς, τῷ ἱκέτῃ σου μάρτυς, ἀλλὰ δέξαι τὰς θερμὰς παρακλήσεις, καὶ τῷ σῷ Δεσπότῃ, προσάγαγε αἰτῶ σε.


Ἴασαι πάντας, τῇ σορῷ σῶν λειψάνων, καταφεύγοντας πιστούς σου ἱκέτας, καὶ παρακαλοῦντας, ἅγιε μὴ παρίδῃς.


Θεοτοκίον.


Δεινῶς πληγέντα, ταῖς προσβολαῖς ἀλλοτρίου, μὴ ἐάσῃς με Κόρη σὸν δοῦλον, ἀλλὰ πρόστηθί μοι, τῇ κραταιᾷ σου σκέπη.



ᾨδὴ θ´. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.


Δαρεία σὺν Χρυσάνθῳ, ἄνθη τὰ εὐώδη, νοητῆς εὐωδίας πληρώσατε, καὶ πάσης χάριτος ἄλλης, ἥς νῦν κατέχετε.


Ταπείνωσιν παράσχου, καὶ κρουνοὺς δακρύων, ἵν’ ἀποπλύνω τὸν ῥύπον μου δέομαι, τὸν τῆς ψυχῆς μου, μάρτυς πολύαθλε Χρύσανθε.


Μὴ παύσητε πρεσβεύειν, μάρτυρες θεηγόροι, ὅπως ῥυσθῶμεν παθῶν τε καὶ θλίψεων, ἵνα ἀπαύστως ἐν ὕμνοις ὑμᾶς γεραίρομεν.


Θεοτοκίον.


Παρθένε μὴ παρίδῃς, δεήσεις τῶν σῶν δούλων, καὶ κατακρίσεως ῥῦσαι Πανάμωμε, καὶ σεσωσμένων χορείαις, εὐχαῖς Σου σύνταξον.



Μεγαλυνάρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.


Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.


Σύζυγοι ὁμόφρονες ἀθληταί, τῇ Χριστοῦ τῇ πίστει, συζευχθέντες περιχαρῶς, ἀγάλλεσθε δικαίως, Χρύσανθε καὶ Δαρεία, τῆς ἀληθοῦς ἁγνείας, δοχεῖα πάντερπνα.


Τηρητὴς τῶν θείων σὺ ἐντολῶν, μάρτυς ἀθλοφόρε, ἐκομίσω ἐν οὐρανῷ, τὸν στέφανον τῆς δόξης, καὶ ἐν τῇ Βασιλείᾳ, νῦν πᾶσαν ἀπολαύεις, χάριν ἀθάνατον.


Πλήρης γενομένη ἁγιασμοῦ, Δαρεία θεόφρον, ἐνυμφεύθης σὺ τὸν Χριστόν, διὰ χρυσέων λόγων, Χρυσάνθου σου συνάθλου, κατήσχυνας δὲ Κόρη, τὸν πολυμήχανον.


Χρύσανθον τὸν θεῖον σὺν τῇ σεμνῇ, Δαρείαν παρθένον, τοὺς προστάτας πάντων ἡμῶν, καὶ ἀκλονήτους βάσεις, τῆς εὐσεβοῦς θρησκείας, προθύμως κατ᾿ ἀξίαν, ἀνευφημήσωμεν.


Ἴασιν παρέχετε τοῖς πιστοῖς, τοῖς προσερχομένοις, μετὰ πόθου καὶ συντριβῆς, τὴν πάνσεπτον εἰκόνα, ὑμῶν καταφιλοῦντες, δεόμενοι αἰτοῦντας, πταισμάτων ἄφεσιν.


Τὶς τῶν παλαισμάτων ὑμῶν πληθύν, ἐξείπει ἀξίως καὶ βασάνων τὸ καρτερόν, Χρύσανθε παμμάκαρ, σὺν τῇ σεπτῇΔαρείᾳ, ὡς ἄσαρκοι νεκρώσατε τὸν ἀλάστορα.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.



Τρισάγιον.


Τὸ ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ´. Ταχὺ προκατάλαβε.


Μαρτύρων ἀγλάϊσμα, Αἰγύπτου θεῖος καρπός, Χριστὸν ὁμολόγησας, ἐν παῤῥησίᾳ πολλῇ, Χρύσανθε ἔνδοξε· πάντα καταφρονήσας, τὰ τοῦ κόσμου ἡδέα, νόσους ἀποδιώκεις, καὶ πληροῖς τὰς αἰτήσεις, διὸ σὺν τῇ Δαρείᾳ Χριστῷ συναγάλλεσθε.


Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.


Τὴν σύμπνουν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, Χρύσανθον ἁγνείας τὸ ἄνθος, καὶ Δαρείαν τὴν πάνσεμνον· τῇ πίστει ἑνωθέντες γὰρ σεπτῶς, ἐδείχθησαν τοῦ Λόγου κοινωνοῖ, ἐναθλήσαντες νομίμως ὑπὲρ Αὐτοῦ, καὶ σώζουσι τοὺς ψάλλοντας· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.



Εἶτα γίνεται πάλιν δέησις ὑπὸ τοῦ Ἱερέως, μετὰ δὲ τὴν ἐκφώνησιν. Ὅτι ἐλεήμων, καὶ γίνεται ἡ Ἀπόλυσις. Μετὰ δὲ ταύτην, καὶ πρὸ τὸν Δι᾿ εὐχῶν, ψάλλονται τὰ ἑπόμενα τροπάρια, ὧν ψαλλομένων ἀσπαζόμεθα τὴν εἰκόνα τῶν Ἁγίων.


Προσόμοια Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.


Χαίροις, τῶν μαρτύρων καλλονή, καὶ χριστιανῶν ὁ προστάτης, Αἰγύπτου θεῖος καρπός, Χρύσανθε μακάριε καὶ πρεσβευτὰ πρὸς Θεόν, ἐκ κινδύνων ἀπάλλαξον, τῇ σῇ μεσιτείᾳ, τοὺς σοὶ καταφεύγοντας ἐν κατανύξει ψυχῆς· μάρτυς τοῦ Θεοῦ ἀθλοφόρε, πάσης περιστάσεως ῥῦσαι, πάντας τοὺς τιμῶντας τὴν σὴν ἄθλησιν.


Ὅμοιον.


Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, πάντας ἐλεεὶς σαῖς πρεσβείαις, τοὺς προσδραμόντας εἰς σέ, Χρύσανθε μακάριε καὶ εὐσυμπάθητε, διὸ οἴκτειρον Ἅγιε, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ῥυόμενος ἀπροσδοκήτων δεινῶν, θλίψεων καὶ νόσων παντοίων, ἵνα σου τὴν μνήμην τιμῶμεν, μετὰ τῆς Δαρείας τῆς συνάθλου σου.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.











Ο ΒΙΟΣ ΤΩΝ ΑΓΙΩΝ



Ὁ ἅγιος Χρύσανθος καὶ ἡ ἅγια Δαρεία ἔζησαν κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορος Νουμεριανοῦ, ἐν ἔτει 283-284, ὁ ὁποῖος ἦτο φοβερὸς διώκτης τῶν Χριστιανῶν. Ὁ Χρύσανθος κατήγετο ἀπὸ τὴν Ἀλεξάνδρειαν καὶ ὁ πατέρας τοῦ, ὁ ὁποῖος ὀνομάζετο Πολέμων, ἦτο Συγκλητικὸς καὶ φανατικὸς εἰδωλολάτρης.


Ὅταν ὁ Χρύσανθος ἦτο ἀκόμη νέος εἰς τὴν ἡλικίαν, συνεδέθη με κάποιον Ἐπίσκοπο, ὁ ὁποῖος ἐκρύπτετο εἰς ἕνα σπήλαιον, μὲ σκοπὸν τὴν διάδοσιν τοῦ Εὐαγγελίου καὶ τὴν κατήχησιν καὶ ἐνίσχυσιν τῶν μαρτύρων. Κατηχήθη ὑπ᾿ αὐτοῦ καὶ ἐβαπτίσθη, ἐκήρυττε δὲ παῤῥησία τὸν Χριστόν. Ἠγάπησε Αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ διανοίας, ἔχων θερμὸν καὶ διακαῆ πόθον ἀκόμη καὶ νὰ μαρτυρήσῃ διὰ τὸν Χριστόν.


Τοῦτο ὅταν ἐπληροφορήθη ὁ εἰδωλολάτρης πατέρας τοῦ, ἐξοργίσθη, καὶ προσπάθησε με πολλοὺς τρόπους νὰ τὸν μεταπείσῃ. Ἀφοῦ εἶδε ὅτι μὲ διαφορες νουθεσίες, ὑποσχέσεις ἤ ἀπειλές, δεν κατάφερε νὰ τὸν ἐπηρεάσῃ, τὸν κλείνει εἰς τὴν φυλακὴν καὶ τὸν τιμωρεῖ μὲ πολυήμερον νηστείαν, ἐλπίζων ὅτι μὲ αὐτὸν τὸν τρόπο θὰ ἀναγκάζε τὸν Χρύσανθο νὰ ἐπιστρέψῃ εἰς τὴν εἰδωλολατρείαν. Ὁ λόγος τοῦ Κυρίου· ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· (Ματθ. ι´. 36), βρῆκε καὶ εἰς τὴν περίπτωσιν αὐτὴν ἐπαλήθευσιν. Ὁ γενναῖος ὅμως ἀθλητὴς τοῦ Χριστοῦ Χρύσανθος δεν κάμπτεται, δεν λυγίζει. Οὔτε κἂν παρεπονέθει διὰ τὸν περιορισμὸν καὶ τὴν πολυήμερον νηστείαν, ἀλλ᾿ ὡς ἀστὴρ χρυσαυγὴς λάμπων ἐν τῇ φυλακή, ὕμνει τὸν Τριαδικὸν Θεόν, περιφρονῶν πατρῶαν πλάνην. Προσεύχεται θερμὰ καὶ παρακαλεῖ τὸν Κύριο νὰ τοῦ δώσῃ δύναμιν καὶ θάῤῥος νὰ Τὸν ὁμολογήσῃ.


Βλέποντας ὁ πατέρας τοῦ ὅτι δεν κάμφθηκε, μηχανεύθηκε μὲ τῇ συμβουλὴ καὶ προτροπὴ τοῦ δαίμονος, ἕτερον τρόπον. Ἔστειλε εἰς τὴν Ἀθῆνα ἀνθρώπους νὰ φέρουν μία κόρη ὡραιοτάτη νὰ τοῦ τῇ δώσῃ γιὰ σύζυγο. Πίστευε ὅτι μόνον μία ὡραία κόρη θὰ μποροῦσε νὰ τὸν δελεάση καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα, νὰ ψυχράνῃ τὴν ἀγάπη τοῦ διὰ τὸν Χριστόν. Ἡ κόρη αὕτη ἦτο ἡ Δαρεία, ἥτις ἦτο φιλόσοφος, ὡραιοτάτη, ὄχι μόνο εἰς τὸ σῶμα, ὅπως ἀπεδείχθη ἐκ τῶν ὑστέρων, ἀλλὰ καὶ εἰς τὴν ψυχήν. Τὸν ἐξηνάγκαζε λοιπὸν ὁ πατέρας τοῦ νὰ λάβῃ αὐτὴν εἰς γάμον, καὶ ὁ Χρύσανθος ὑπεχώρησε. Ἀλλὰ εἶχε τὸν σκοπόν του. Ἐσκέπτετο ὅτι ὁ Χριστὸς θὰ τὸν βοηθοῦσε νὰ μὴν πιαστῇ ἀπὸ τὸν ἔρωτά της, ἀλλὰ νὰ πιαστῇ ἐκείνη ἀπὸ τὸν ἔρωτα τοῦ Χριστοῦ. Καὶ τὸν ἐβοήθησε ὁ Θεός. Εἰς τὰς ἀνησυχίας καὶ ἀναζητήσεις ποὺ ἤδη εἶχε ἡ Δαρεία, ἦλθε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ νὰ πληρώσῃ τὸ κενό. Διὰ τῆς διδασκαλίας καὶ κατηχήσεως τοῦ Χρύσανθου, ἡ Δαρεία ἐφωτίσθη, ἀπέῤῥιψε τὴν εἰδωλολατρείαν καὶ ἐζήτησε νὰ λάβει τὸ Ἅγιον Βάπτισμα. Ὅθεν ὁ Χρύσανθος τὴν ὁδήγησε εἰς τὸν Ἐπίσκοπον καὶ ὑπ᾿ αὐτοῦ ἐβαπτίσθη εἰς τὸ ὄνομα τοῦ Χριστοῦ. Ἀφοῦ δὲ συμφωνῆσαν καὶ οἱ δύο νὰ μείνουν παρθένοι, εἰργάζοντο ἱεραποστολικῶς, εὐαγγελιζόμενοι τὸν Χριστὸν ὁ μὲν Χρύσανθος εἰς τὸν τομέα τῶν ἀνδρῶν, ἡ δὲ Δαρεία εἰς τὸν τομέα τῶν γυναικῶν.


Τὴν δρᾶσιν τοὺς αὐτή, ἐπληροφορήθησαν οἱ εἰδωλολάτρες, ἐξ᾿ ὧν καὶ ὁ πατέρας τοῦ Ἁγίου, καὶ τοὺς διέβαλον εἰς τὸν ἔπαρχον Κελλερῖνον. Συνελήφθησαν καὶ ἄρχισαν νὰ βασανίζονται ὑπὸ τοῦ τριβούνου (δικαστοῦ) Κλαυδίου ἔξω τῆς πόλεως. Μὲ μαστίγια ἀπὸ ἀκανθωτὸ μολύβι τοὺς ῥαβδίζανε ἀκατάπαυστα, μὲ ἀποτέλεσμα νὰ ξεκολλοῦν οἱ σάρκες καὶ νὰ τρέχῃ ποταμηδὸν τὸ αἷμα. Ἀφοῦ τοὺς προξενοῦσαν ἀμέτρητες πληγές, τοὺς φυλάκιζαν. Ἀλλ᾿ ὤ τοῦ θαύματος! Ὅταν ἀργότερα πήγαιναν νὰ τοὺς ἰδοῦν, τοὺς βρίσκανε ἀλωβήτους, ἀκεραίους καὶ χαρούμενους σὲ στάση προσευχῆς. Αὐτὸ ἔγινε ἐπὶ πολλὰς ἡμέρας. Ὅθεν ὁ Κλαύδιος μετεμελήθη καὶ ἐπίστευσε εἰς τὸν Ἰησοῦν Χριστόν, ὅπως καὶ ὅλη ἡ οἰκογένειά του, καὶ οἱ στρατιῶτές του, καὶ ἐβαπτίσθησαν ὑπὸ τοῦ Ἁγίου.


Ἀλλ᾿ ὁ ἔπαρχος θυμωθείς, διέταξε τὸν μὲν Κλαύδιον νὰ ῥίψουν εἰς τὴν θάλασσαν ἀφοῦ δέσουν εἰς τὸν λαιμὸν τοῦ πέτρα, τοὺς δὲ στρατιῶτες νὰ ἀποκεφαλίσουν. Οἱ υἱοί του, Μαῦρος καὶ Ἰάσων, αὐτόκλητοι ἦλθαν εἰς τὸ μαρτύριον, ὅθεν καὶ ἀπεκεφαλίσθησαν. Τέλος, ἡ σύζυγός του Ἱλαρία, συνελήφθη εἰς τὸν τάφον τῶν υἱῶν της ὅπου ἐπήγαινε καὶ προσηύχετο, καὶ ἐνῶ ὁδηγεῖτο εἰς τὸ μαρτύριον, παρεκάλεσε νὰ τὴν ἀφήσουν λίγο νὰ προσευχηθῇ. Προσευχομένη ἐκεῖ, παρέδωκε τὸ πνεῦμά της εἰς χεῖρας τοῦ Ἀγωνοθέτου Χριστοῦ.


Διὰ δὲ τοὺς ἁγίους Χρύσανθον καὶ Δαρείαν ἐκέλευσε ὁ ἀσεβὴς ἔπαρχος νὰ ῥιφθοῦν εἰς βορβορώδη λάκκον. Ἐκεῖ κατεχώθησαν ζῶντες, ἵνα ὡς ὑψίκορμοι φοίνικες ἀνθίσουν ἐν τῷ Παραδείσῳ, κατὰ τὸ γεγραμμένον· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Πόση ἀγάπη εἰχαν διὰ τὸν Χριστόν! Πόσες θυσίες ἔκαναν δι᾿ Αὐτόν, ἐθυσίασαν καὶ αὐτὴν τὴν ζωή των ἀκόμη! τὸν Χριστόν, μέχρις ἀκόμη καὶ τῆς ἰδίας αὐτῶν ζωῆς! Ἀληθῶς ἡ ἁγία ζωή των ἀποτελεῖ πρότυπο καὶ παράδειγμα πρὸς μίμησιν διὰ ὅλους ἐμᾶς ποὺ τιμῶμεν τὴν μνήμην των διότι τιμὴ ἁγίου, μίμησις ἁγίου. Νὰ μιμηθοῦμεν τὴν ἀγάπην των διὰ τὸν Χριστόν, τὴν ἀκεραίαν πίστιν των, τὴν ἀδαμάντινον ὑπομονήν των εἰς τὰς θλίψεις, τὸν ἔνθεον ζῆλόν των, τὴν ἀκαταίσχυντον ἐλπίδα τῶν πρὸς τὸν Θεόν, καὶ τέλος τὸ ἀκατάβλητον θάῤῥος καὶ τὴν θαυμαστὴν ἀνδρείαν ποῦ ἐπέδειξαν ὡς μαρτύριον τῆς πίστεως, ἀφοσιώσεως καὶ ἀγάπης τῶν πρὸς τὸν μόνον Λυτρωτὴν καὶ Σωτῆρα πάντων, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.


Εἴθε ἡ χάρις καὶ αἱ πρεσβεῖαι τοῦ Ἁγίου Χρύσανθου, τῆς Ἁγίας Δαρείας καὶ τῶν ὑπολοίπων Ἁγίων Μαρτύρων νὰ μας συνοδεύουν εἰς τὴν ζωὴν μας καὶ διὰ τῶν εὐχῶν τους νὰ μας ἀξιώσῃ ὁ πολυεύσπλαχνος Θεὸς νὰ ἐπιτύχωμεν μετ᾿ αὐτῶν τῶν αἰωνίων ἀγαθῶν. Ἀμήν.



ΑΦΙΕΡΩΝΕΤΑΙ ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΣΤΟΝ ΙΕΡΑΡΧΗ ΚΑΙ ΕΘΝΑΡΧΗ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΑΘΗΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΕΛΛΑΔΟΣ ΧΡΥΣΑΝΘΟ