Πέμπτη, 6 Μαΐου 2010

ΜΑΪΟΥ 9!! ΝΙΚΟΛΑΟΥ ΒΟΥΝΕΝΟΙΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ


ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἑξῆς: Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.

Τοῦ Ἀθλοφόρου τῷ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ σεπτῇ αὐτοῦ εἰκόνι προσπέσωμεν, οἱ στένοντες ἐν θλίψεσι καὶ ἄχθει δεινῷ, κράζοντες ἀπαύγασμα παμφαὲς τῶν Βουνένων, πλήρωσον Νικόλαε τὰ αἰτήματα πάντων, τῶν σὲ θερμὸν ἐχόντων ἀρωγόν, οὕς καὶ συντήρει ἐκ νόσων ἀπήμονας.

Δόξα.

Ὡς εὐεργέτην σὲ ὑμνοῦμεν Νικόλαε, οἱ καθ’ ἐκάστην ἐκ δεινῶν πιεζόμενοι, καὶ ταπεινῶς προστρέχοντες τῇ σῇ κραταιᾷ, σκέπῃ ἀνακράζοντες στρατηλάτα Κυρίου, ἅπασαν ἀπέλασον ἐχθρικὴν πανουργίαν, καὶ ἐκ κινδύνων πάντας ἀσινεῖς, τοὺς σοὺς ἱκέτας ἀείποτε τήρησον.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε...

Ὁ Ν΄ ψαλμός, καὶ τὰ ἑξῆς κατ’ ἀλφάβητον Τροπάρια.

Ἦχος πλ. Β΄. Ὁ Εἱρμός.

Ἡ τὸ χαῖρε δι’ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας. (Δίς).

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀρυόμενοι σὴν χάριν ἀνυμνοῦμεν, τοῦ Κυρίου ὁπλῖτα Νικόλαε, τὴν ἔνδοξόν σου, καὶ πάντιμον ἄθλησιν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Βασιλέων Προφητῶν καὶ Ἀποστόλων, καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα, καὶ προστασία, τοῦ κόσμου Πανάμωμε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Γεγηθότες οἱ πιστοὶ Ὁσιομάρτυς, τοῖς σοῖς ἄθλοις Νικόλαε κράζομεν· παντοίας νόσου, ἡμᾶς ἐλευθέρωσον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δὸς Χριστέ μου καὶ ἐμοὶ τῷ ἀναξίῳ, ὀφλημάτων τὴν ἄφεσιν δέομαι, τῆς Σὲ τεκούσης, πρεσβείαις ὡς εὔσπλαγχνος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐκ τῆς πλάνης τοῦ δολίου θεοφόρε, θησαυρὲ τῶν Βουνένων ἀνάγαγε, τοὺς σοὺς ἱκέτας, Νικόλαε ἔνδοξε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ζώωσόν με ἡ τεκοῦσα Ζωοδότην, καὶ Σωτῆρα καὶ σῶσον πρεσβείαις σου, εὐλογημένη, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡμεραίαν βιοτήν, θεόφρον δός μοι, τῷ θερμῶς προσπέσοντι σῇ χάριτι, καὶ λῦσον τάχος, παθῶν μου σκοτόμαιναν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτόκε ἡ τεκοῦσα διὰ λόγον, ὑπὲρ λόγον τὸν Λόγον Πανύμνητε, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰατρεῖον ἀνεδείχθη ὁ ναός σου, νοσημάτων ψυχῆς τε καὶ σώματος, Βουνένων κλέος, παμμάκαρ Νικόλαε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κατὰ χρέος ἐκβοῶμέν σοι τὸ Χαῖρε, Θεοτόκε ἁγνὴ Ἀειπάρθενε, ἐκδυσωποῦντες, πρεσβείαις σου σῴζεσθαι.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λαμπρυνθεὶς ταῖς τῶν αἱμάτων σου ῥανίσι, φῶς ἐκλάμπεις τῆς χάριτος ἄριστε, αὐγάζων πάντας, τοὺς πόθῳν τιμῶντάς σε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μὴ παρίδῃς τὰς δεήσεις τῶν σῶν δούλων, δυσωποῦμεν Πανύμνητε Δέσποινα, ἵνα ῥυσθῶμεν, πάσης περιστάσεως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρωθέντα με πολλῇ τῇ ἀμαρτίᾳ, σαῖς ἐντεύξεσι σπεύδω Νικόλαε, βοῶν λιταῖς σου, πρὸς Κτίστην μὲ ζώωσον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ξένον θαῦμα τὸ ἐν σοὶ Θεοκυῆτορ, δι’ ἡμᾶς γὰρ καθ’ ἡμᾶς γεγέννηται, ὁ πάντων Κτίστης, ἐκ σου καὶ Θεὸς ἡμῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁπλιτῶν τῆς παρατάξεως Κυρίου, ἀνεδείχθης ἀκρότης Νικόλαε, καὶ ἰαμάτων, χειμάῤῥους ἀείῤῥοος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παναγία Θεοτόκε ἡ τεκοῦσα, τὸν Σωτῆρα κινδύνων διάσωσον, καὶ πάσης ἄλλης, ἀνάγκης τοὺς δούλους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥάβδος ὤφθη ἡ σὴ Μάρτυς προστασία, τὸν ἀρχέκακον ὄφιν συντρίβουσα, καὶ σωτηρίου, τὴν τρίβον δεικνύουσα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σῶσον πάντας ταῖς πρεσβείαις σου Παρθένε, τοὺς εἰς σὲ Θεοτόκε προστρέχοντας, καὶ ῥῦσαι πάσης, ἀνάγκης καὶ θλίψεως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τρυχομένων ἀρωγὸς καὶ ἀντιλήπτωρ, καὶ πασχόντων θεράπων ἀκοίμητος, ἐδείχθης Μάρτυς, θεόφρον Νικόλαε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπὸ πάντων δυσωπούμενος Οἰκτίρμον, τῶν Ἁγίων καὶ τῶν ἄνω Τάξεων, ἱλάσθητί μοι, διὰ τῆς τεκούσης Σε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Φωτισμὸν ἀῤῥήτου δόξης πεπλησμένος, γεραρὲ τὴν ψυχήν μου καταύγασον, καὶ πάσης λύπης, ὁμίχλην ἐκδίωξον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε ὄρος χαῖρε βάτε χαῖρε πύλη, χαῖρε κλῖμαξ χαῖρε θεία τράπεζα, ἡ πάντων χαῖρε, βοήθεια Δέσποινα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ψαλτηρίῳ καὶ κιθάρᾳ εὐφημοῦντες, σοῦ τοῦς ἄθλους Νικόλαε κράζων· λοιμώδους νόσου, ἡμᾶς ἐλευθέρωσον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὤ Παρθένε ἡ τεκοῦσα τὸν Σωτῆρα, καὶ Δεσπότην τοῦ κόσμου καὶ Κύριον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τῇ δυνάμει Ἐλεῆμον τοῦ Σταυροῦ σου, ἐκτροπὰς τοῦ νοός μου ἀπέλασον, καὶ ὀφλημάτων, παράσχου μοι ἄφεσιν.

Πᾶσαι αἱ οὐράνιαι δυνάμεις, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ἀΰλων Σου Δυνάμεων πρεσβείαις, Ἀρχαγγέλων καὶ πάσης Συνάξεως, τὰ Σὰ ἐλέη, τοῖς δούλοις Σου δώρησαι.

Ἅγιε Ἰωάννη, Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ πρεσβείᾳ τοῦ Προδρόμου σου Οἰκτίρμον, μετανοίας τῆν πύλην μοι ἄνοιξον, ἵνα ὁ τάλας, ἐν τέλει σωθήσομαι.

Ἅγιοι Ἀπόστολοι πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἱκεσίαις τῶν ὀλβίων Ἀποστόλων, Ὀρθοδόξου φρονήματος πλήρωσον, τὰς τῶν Σῶν δούλων, ψυχὰς πολυεύσπλαγχνε.

Ἅγιοι ἔνδοξοι Μάρτυρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀθλοφόρων καλλινίκων ταῖς πρεσβείαις, μὴ παρίδῃς Σοὺς δούλους δεόμεθα, ἐν τῇ δευτέρᾳ, ἐλεύσει σου Κύριε.

Ἅγιοι Ἀνάργυροι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀναργύρων, δός μοι ῥῶσιν καὶ ἴασιν Δέσποινα, Χριστὲ θεράπον, ψυχῶν καὶ σωμάτων τε.

Ὅσιοι Πατέρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν Ὁσίων καὶ Δικαίων Παντεπόπτα, ταῖς πρεσβείαις ἡμᾶς πάντας ἴθυνον, πρὸς τοὺς λειμῶνας, τῆς Σῆς ἀγαθότητος.

Ἅγιε Χαράλαμπες, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ πρεσβείᾳ τοῦ κλινοῦ ἐν ἱερεῦσι, Χαραλάμπους τοῦ θείου ἀξίωσον, Χριστὲ σοὺς δούλους, τυχεῖν τοῦ ἐλέους σου.

Ἅγιε Νεομάρτυς Μιχαήλ, πρέσβευε ὑπὲρ ἡμῶν.

Νεομάρτυς Μιχαὴλ τῶν Ἀθηναίων, ἐγκαλλώπισμα τήρει με ἄτρωτον, τῆς τοῦ Βελίαρ, δολίου φαυλότητος.

Ἁγία Ἀναστασία Φαρμακολύτρια, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ πρεσβείᾳ τῆς σεμνῆς Ἀναστασίας, σκοτασμοῦ καὶ παθῶν με ἀπάλλαξον, Υἱὲ καὶ Λόγε, Πατρὸς τὸ ἀπαύγασμα.

Ἅγιε Νεομάρτυς Ἀπόστολε, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ πρεσβείᾳ τοῦ ἐνδόξου Ἀποστόλου, τῆς σαρκός μου κινήσεις ὑπόταξον, τῷ θείῳ νόμῳ, Χριστέ μου καὶ σῶσόν με.

Ἅγιοι Τρεῖς Παρθένοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μηνοδώρας Μητροδώρας ταῖς πρεσβείαις, καὶ κλεινὴς Νυμφοδώρας τοὺς δούλους Σου, ἐκ πάσης βλάβης, διάσῳζε Κύριε.

Ἁγία Ὁσιομάρτυς Σωσσάνα, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁσιόαθλε Σωσσάνα μὴ ἐλλίπῃς, ὑπὲρ πάντων Χριστὸν ἱκετεύουσα, τῶν εὐφημούντων, συμφώνως τοὺς ἄθλους σου.

Ἅγιε ἰαματικὲ Παντελεῆμον, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰατρὲ πανευσθενὲς Παντελεῆμον, χαλεπὰς ἀῤῥωστίας ἐκδίωξον, ἐκ τῶν σπευδόντων, τῇ σῇ θείᾳ χάριτι.

Ὅσιε Εὐδόκιμε, πρέσβευε ὑπὲρ ἡμῶν.

Ταπεινώσεως Εὐδόκιμε λαμπρότης, ταπεινοῦ ἔμπλησόν με φρονήματος, Βατοπεδίου, φωστὴρ παμφαέστατε.

Ὅσιε Γεώργιε τοῦ Γοματίου, πρέσβευε ὑπὲρ ἡμῶν.

Συμπαθείας πρὸς τοὺς πάσχοντας πυξίον, Γοματίου Γεώργιε σέμνωμα, διπλῆς ἀγάπης, ἀμάρυγμα δεῖξόν με.

Ὅσιοι Ἀνώνυμοι Αὐτάδελφοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αὐταδελφῶν ἀσκητῶν δυὰς ἁγία, ἡ ἐυχῇ ἐν Νιτρίᾳ ἐκλάμψασα, εὐαρεστῆσαι, Χριστῷ με ἀξίωσον.

Ὅσιε Ἰσίδωρε ὁ ἐν τῇ Κλίμακι, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς ὁ σίδηρος χαλκεῖ ἐν τῇ καμίνῳ, ὑποτάσσεται οὕτω Ἰσίδωρε, ὑπακοῆς με, ἀνάδειξον κόσμημα.

Ὅσιοι Παρθένε καὶ Εὐμένιε, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Κουδουμᾶ μονῆς Παρθένιε σεμνότης, Εὐμενίῳ σὺν τῷ αὐταδέλφῳ σου, Ὁσίων κλέη, πιστοὺς ἁγιάσατε.

Ὅσιε Μεθόδιε Νηβρύτου, πρέσβευε ὑπὲρ ἡμῶν.

Μεθοδείας διαλύειν τοῦ Βελίαρ, ταῖς λιταῖς σου ἡμᾶς καταξίωσον, Νηβρύτου γέρας, Μεθόδιε Ὅσιε.

Ὅσιε Ἰωσὴφ Γεροντογιάννη, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰωσὴφ σημειοφόρε ὡς ταμεῖον, ἀρετῶν σὲ ὑμνοῦντες κραυγάζομεν· Καψᾶ δομῆτορ, μονῆς μὲ ἁγίασον.

Ὅσιε , πρέσβευε ὑπὲρ ἡμῶν.

Σὲ ὑμνῶν Ἰωακεὶμ τὸν ἐν Ἰθάκῃ, σὸν ἀγῶνα ὁσίως τελέσαντα, ἀεὶ ἐν δίναις, τῇ σῇ σπεύδῳ χάριτι.

Ὅσιε Δομέτιε Διονυσιάτα, πρέσβευε ὑπὲρ ἡμῶν.

Δρόμον δεῖξόν μοι πρὸς δόμους οὐρανίους, τοῦ Προδρόμου Μονῆς ἐγκαλλώπισμα, τῆς ἐν τῷ Ἄθῳ, τρισμάκαρ Δομέτιε.

Ὅσιε Ἀρσένιε Βερνικοβῖτα, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡσυχίας ἐραστὰ εἰρήνην δός μοι, ψυχικὴν σπηλαιῶτα Ἀρσένιε, τῆς Βαρνακόβης, μονῆς κτίτορ ἔνθεε.

Ὅσιε Νικόλαε Σικελιῶτα, πρέσβευε ὑπὲρ ἡμῶν.

Κατ’ ἐχθροῦ βεβήλου νίκας δώρησαί μοι, Μετοχίου Διρφύων ἀπαύγασμα, καὶ τῆς Εὐβοίας, κοσμῆτορ Νικόλαε.

Ὅσιε Εὐφημιανέ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις Εὐφημιανοῦ τοῦ θείου, τοῦ ἐν Λύσῃ ἀσκήσαντος Κύριε, ἐλέους στάξον, ἡμῖν τὰς ῥανίδας Σου.

Ὅσιε Μίκαλλε, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγωγῆς ἀσκητικῆς τὸ ἐκμαγεῖον, Ἀκανθοῦς τὸν ἀκέστορα Μίκαλλον, γεραίρων κράζω· βοήθει μοι Ἅγιε.

Ὅσιε Δαβὶδ ὁ ἐν Εὐβοίᾳ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀρετῆς καὶ ταπεινώσεως τὸ κρίνον, τὸ εὐῶδες Δαβὶδ ἐπαινέσωμεν, ὀδμαῖς εὐφραῖνον, θαυμάτων τὴν Εὔβοιαν.

Ὅσιε Σεραφεὶμ Δομβοΐτα, πρέσβευε ὑπὲρ ἡμῶν.

Δομβοΐτην Σεραφεὶμ σημειοφόρον, ὡς ἀζύγων τιμήσωμεν πρόβολον, τὸν ἐκπληροῦντα, πιστῶν ἅπαν αἴτημα.

Ὅσιε Νεόφυτε Ἔγκλειστε, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνατρέχων εἰς τὰς θείας σου ἐντεύξεις, πρὸς τὸν Κτίστην Νεόφυτε Ἔγκλειστε, τοὺς ὑπὲρ φύσιν, γεραίρω καμάτους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀκολάστων λογισμῶν τὰς καταιγίδας, ἀποδίωξον Μάρτυς Νικόλαε, καὶ τῶν παθῶν μου, κατεύνασον τάραχον.

Ἅγιοι Προπάτορες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν δικαίων Προπατόρων ταῖς πρεσβείαις, ἀκηδίας τὸν ζόφον διάλυσον, καὶ δός μοι πνεῦμα, Σωτήρ μου συνέσεως.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ὁμοφρόνως ἀνυμνοῦμέν σε Παρθένε, ὡς πιστῶν ἀῤῥαγὲς περιτείχισμα, καὶ τοῦ Δεσπότου, παλάτιον ἔμψυχον.

Δόξα. Τριαδικόν.

Τὸν Πατέρα καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον λέγοντες· Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ τὸν Κτίστην συλλαβοῦσα ἀπειράνδρως, καὶ τεκοῦσα ἐν χρόνῳ τὸν Ἄχρονον, Παρθένε πάντας, ἡμᾶς διαφύλαττε.

Καί: Τῆς εὐσπλαγχνίας τὴν πύλην... καὶ τὰ ὑπόλοιπα τροπάρια τοῦ Μικροῦ Ἁγιασμοῦ, ὁ Ἀπόστολος, τὸ Εὐαγγέλιον καὶ οἱ Εὐχές. Μετὰ τό· Σῶσον Κύριε τὸν λαόν Σου... καὶ τό· Τῶν Σῶν δωρεῶν... τὸ σὲ ἤχο δ΄.

Πηγὴν ἰαμάτων εὕρομεν, σὲ κλεινὲ Νικόλαε, τῶν Ὁσίων ὁμόζηλε, καὶ σύσκηνε τῶν Μαρτύρων, δίδοντα τοῖς ἐν πίστει σοι δεομένοις, ὑγείαν κατ’ ἄμφω, ψυχῆς τε καὶ σώματος, ὅθεν τῇ ἀῥῥαγῇ σου προστασίᾳ, προστρέχοντες θεραπευόμεθα, καὶ παθῶν λαμβάνομεν ἀπολύτρωσιν, ῥυόμεθα δὲ ἀνηκέστων κακώσεων, καὶ τοῦ πονηροῦ ἐπιβουλῆς δολίας. Βουνένων ἐντρύφημα, καὶ δοχεῖον τοῦ Πνεύματος, τοῦ θείου διαυγὲς παναοίδιμε, ἀλήκτως μοι πόριζε, τὴν τῶν θαυμάτων σου χάριν, ἥν Χριστὸς ὁ Θεὸς ἡμῶν, δαψιλῶς σοι ἐδώρησε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Νεῦσον παρακλήσεσι σῶν ἱκετῶν...